15
Κεφ. γʹ.Τὸν δ’ Ἑρμῆν, ἅτε λόγου μὲν ὄντα δεσπότην,
16
ἐργάτην δὲ τέχνης ἁπάσης, θέασαι πάλιν, ὅπως ἐξ 1.5
1
ὑπεναντίου τῇ τύχῃ κεκοσμήκασι πάλιν οἱ γράφοντές τε καὶ
2
πλάττοντες. Νεανίσκος ἐστὶν ὡραῖος, οὐκ ἐπίκτητον, οὐδὲ
3
κομμωτικὸν ἔχων κάλλος, ἀλλ’ εὐθὺς ὥστε συνεμφαίνεσθαι
4
τὴν τῆς ψυχῆς ἀρετὴν δι’ αὐτοῦ. ἔστι δὲ φαιδρὸς μὲν τὰς
5
ὄψεις, δέδορκε δὲ δριμὺ, καὶ ἡ βάσις τὸ πάντων σχημάτων
6
ἑδραιότατόν τε καὶ ἀμεταπτωτότατον ἔχει, τὸν κύβον. ἔσθ’
7
ὅτε δὲ καὶ αὐτὸν τὸν θεὸν τούτῳ τῷ σχήματι κοσμοῦσιν.
8
Ἴδοις δ’ ἂν τοὺς θιασώτας αὐτοῦ φαιδροὺς μὲν ὁμοίως τῷ
9
καθηγουμένῳ θεῷ, μεμφομένους δ’ οὐδέποτε αὐτὸν, ὥσπερ
10
οἱ τὴν τύχην, οὐδ’ ἀπολειπομένους πότ’, οὐδὲ χωριζομένους·
11
ἀλλ’ ἑπομένους τε καὶ διὰ παντὸς ἀπολαύοντας τῆς προνοίας
12
αὐτοῦ.