ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ
ΠΡΩΤΟΝ.
1
Κεφ. αʹ.Ὅτι μὲν οὖν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ
2
ξηροῦ καὶ ὑγροῦ τὰ μὲν ζώων σώματα κέκραται, καὶ ὡς
3
οὐκ ἴση πάντων ἐστὶν ἐν τῇ κράσει μοῖρα, παλαιοῖς ἀνδράσιν
4
ἱκανῶς ἀποδέδεικται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς
5
ἀρίστοις· εἴρηται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν τὰ εἰκότα
6
δι’ ἑτέρου γράμματος, ἐν ᾧ περὶ τῶν καθ’ Ἱπποκράτην
7
στοιχείων ἐσκοπούμεθα. νυνὶ δὲ, ὅπερ ἐστὶν ἐφεξῆς ἐκείνῳ,
8
τῶν κράσεων ἁπάσας ἐξευρεῖν τὰς διαφορὰς, ὁπόσαι τέ εἰσι
9
καὶ ὁποῖαι, κατ’ εἴδη τε καὶ γένη διαιρούμενος, ἐν τῷδε 1.510
1
τῷ γράμματι δίειμι, τὴν ἀρχὴν ἀπὸ τῆς τῶν ὀνομάτων
2
ἐξηγήσεως ποιησάμενος. ἐπειδὰν μὲν γὰρ ἐκ θερμοῦ καὶ
3
ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι λέγωσι τὰ σώματα,
4
τῶν ἄκρως τοιούτων ἀκούειν φασὶ χρῆναι, τοῦτ’ ἔστι
5
τῶν στοιχείων αὐτῶν, ἀέρος, καὶ πυρὸς, καὶ ὕδατος, καὶ
6
γῆς. ἐπειδὰν δὲ ζῶον, ἢ φυτὸν, ἢ θερμὸν, ἢ ψυχρὸν,
7
ἢ ξηρὸν, ἢ ὑγρὸν, οὐκέθ’ ὡσαύτως. οὐδὲ γὰρ δύνασθαι
8
ζῶον οὐδὲν οὔτ’ ἄκρως θερμὸν ὑπάρχειν, ὡς πῦρ, οὔτ’
9
ἄκροις ὑγρὸν, ὡς ὕδωρ· ὡσαύτως δὲ οὐδὲ ψυχρὸν ἢ ξηρὸν
10
ἐσχάτως· ἀλλ’ ἀπὸ τοῦ πλεονεκτοῦντος ἐν τῇ κράσει
11
γίνεσθαι τὰς προσηγορίας, ὑγρὸν μὲν καλούντων ἡμῶν, ἐν
12
ᾧ πλείονος ὑγρότητός ἐστι μοῖρα, ξηρὸν δὲ, ἐν ᾧ ξηρότητος·
13
οὕτω δὲ καὶ θερμὸν μὲν, ἐν ᾧ τὸ θερμὸν τοῦ ψυχροῦ
14
πλεονεκτεῖ, ψυχρὸν δὲ, ἐν ᾧ τὸ ψυχρὸν τοῦ θερμοῦ.
15
αὕτη μὲν τῶν ὀνομάτων χρῆσις.