Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De instrumento odoratus (De instr. odor.)
urn:cts:greekLit:tlg0057.tlg015
Περὶ ὀσφρήσεως ὀργάνου
Organe de l’olfaction
The Organ of Smell (Inst. Od.)
editio(nes) critica(e):
translatio Latina: De instrumento odoratus, 1821, vol. 2, pp. 857-886. urn:cts:greekLit:tlg0057.tlg015.verbatim-lat1
translationes recentiores Wright, 1924 (eng)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΟΣΦΡΗΣΕΩΣ
ΟΡΓΑΝΟΥ.


1 Κεφ. αʹ.Ὄσφρησιν ὀνομάζουσιν οἱ Ἕλληνες οὐ
2 μόνον τὴν διάγνωσιν τῶν ὀσμῶν, ἀλλὰ καὶ τὴν δύναμιν,
3 ἧς τοῦτο ἔργον ἐστίν· ὥσπερ γε καὶ τὴν γεῦσιν οὐ τὴν
4 διάγνωσιν μόνον τῶν γευστῶν, ἀλλὰ καὶ τὴν δύναμιν αὐτῶν·
5 καὶ κατ’ ἄμφω δὲ τὰ σημαινόμενα τὸ τῆς ὀσφρήσεως
6 ὄργανον ἓν ἂν εἶναι λέγοιτο, δι’ οὗ ποιεῖται τῶν ἰδίων
7 αἰσθητῶν τὴν διάγνωσιν δύναμις, ἀνάλογον ὀφθαλμῷ
8 καὶ γλώττῃ. δοκεῖ δὲ εἶναι τοῦτο κατὰ τὴν πρώτην ἐπιβολὴν
9 τῆς διανοίας ῥίς. ἐν γοῦν τῷ διὰ τοῦ στόματος 2.858
1 εἰσπνεῖν, στεγνώσαντες αὐτὴν ὁπωσοῦν, οὐδενὸς τῶν ὀσφρητῶν
2 ἀντιλαμβανόμεθα, καθάπερ γε κᾀπειδὰν ἀνοίξαντες
3 τοὺς μυκτῆρας εἰσπνέωμεν, εὐθέως αἰσθανόμεθα. πότερον
4 οὖν ὑπαλείφων ἔνδοθεν ἑκάτερον τῶν κατὰ τὴν ῥῖνα πόρων
5 ὑμὴν χιτὼν (ἀμφοτέρως γὰρ ὀνομάζουσιν αὐτὸν) αἰσθάνεται
6 τῶν ὀσφρητῶν, οὐ γὰρ δὴ τό γε ὀστοῦν αὐτὸ
7 τῆς ῥινὸς τι τῶν ἔνδον τοῦδε τῶν ὀσμῶν ἐστιν ὄργανον,
8 ἄξιον ἐπισκέψεως. ἂν γοῦν πληρώσῃς τοὺς πόρους εἴτ’ οὖν
9 μύρων τῶν εὐωδῶν τινος ἄλλου σφοδρὰν ὀσμὴν ἔχοντος,
10 οὐκ αἰσθήσῃ, πρὶν εἰσπνεῦσαι. διὸ καὶ δοκεῖ τισιν μὲν
11 ῥὶς πόρος εἶναι τῶν ὀσφραντῶν, αὐτὸ δὲ τὸ τῶν ὀσμῶν
12 αἰσθανόμενον σῶμα προσωτέρω που τετάχθαι. καὶ διὰ
13 τοῦτο ἀναγκαῖόν ἐστιν τὰ συνεχῆ τοῖς πόροις τῆς ῥινὸς
14 ἐπίστασθαι σώματα πρὸς τῆς ἀνατομῆς διδαχθέντας· γιγνωσκόντων
15 δ’ οὐ πάντων αὐτὰ, διηγήσασθαι βέλτιον, ὅπως
16 κατεσκεύασται.