9
Τῶν δ’ ἐν ὄξει καὶ ἅλμῃ δυναμένων ἀποτίθεσθαι
10
τοσοῦτον ὑπηλλάχθαι χρὴ νομίζειν τὴν ἀρχαίαν
11
δύναμιν ὅσον ἐκ τῆς σκευασίας ἠλλοιώθησαν· ὅτι δ’
12
ὄξος καὶ ἅλμη τῶν τεμνόντων καὶ λεπτυνόντων, οὐδεὶς
13
ἀγνοεῖ. ταῦτ’ ἄρα καὶ τῶν ἰχθύων οἱ ταριχευθέντες
14
ἱκανώτατα λεπτύνουσι καὶ τέμνουσι τοὺς παχεῖς χυμοὺς
15
καὶ γλίσχρους· ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσοι φύσει
16
μαλακόσαρκοι, τοὺς δὲ κητώδεις φυλάττεσθαι καὶ πολὺ
17
δὴ τούτων ἔτι μᾶλλον αὐτὰ δὴ τὰ κήτη· γεύεσθαι δ’
18
εἰ βούλοιτό τις καὶ τούτων ἀπορίᾳ τῶν βελτιόνων ἢ
19
καὶ ἄλλως ὀρεχθείς, ἤτοι δι’ ὑποτρίμματος δριμέος
20
οἷον καὶ τὸ τοῦ νάπυός ἐστιν ἢ καὶδι’ ἐλαίου καὶ
21
ὄξους μόνον ἁρμόττει. καθόλου δὲ περὶ πάντων ἐδεσμάτων
22
τοῦτ’ ἐπίστασθαι χρὴ κοινόν, ὡς εἴτ’ ἀποτεθείη
23
διά τινος τῶν εἰρημένων εἴτε σκευασθείη, μέγιστον
24
αὐτοῖς τοῦθ’ ὑπάρχει πρὸς τὸ λεπτύνειν· ὥστε
25
καὶ αὐτὸν ἕκαστον ὅτῳ πρόκειται τοιαύτης διαίτης
26
σκοπὸς ἐπιτεχνᾶσθαι δεῖδι’ ὄξους καὶ ὀξυμέλιτος 28
1
ἐσκευασμένα προσφέρεσθαι τῶν ἐδεσμάτων τὰ πλεῖστα
2
καὶ προταριχεύειν αὐτῶν ὅσα δυνατόν· ταριχευθέντων
3
δή τοι καὶ τῶν χοιρείων κρεῶνγένοιτ’ ἄν τις ἀσφαλῶς,
4
ἄλλως δὲ φυλάττεσθαι χρὴ καὶ ταῦτα παχὺν καὶ
5
γλίσχρον γεννῶντα χυμόν.