ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΠΕΡΜΑΤΟΣ
ΒΙΒΛΙΟΝ Α.
1
Κεφ. αʹ.Τίς ἡ χρεία καὶ τίς ἡ δύναμίς ἐστι τοῦ
2
σπέρματος; ἆρά γε λόγον ἔχει δυοῖν ἀρχαῖν, ὑλικῆς τε καὶ
3
δραστικῆς, ὡς Ἱπποκράτης ὑπελάμβανεν; ἢ τῆς ἑτέρας μόνης,
4
τῆς ποιητικῆς, ὡς Ἀριστοτέλης οἴεται, ἀρχὴν μὲν κινήσεως
5
ὑπ’ αὐτοῦ γίνεσθαι τῷ καταμηνίῳ νομίζων, οὐ μὴν
6
ἐξ αὐτοῦ διαπλάττεσθαι τὸ ζῶον συγχωρῶν; ἄξιον οὖν ἐπισκέψασθαι
7
καὶ διακρῖναι τηλικούτων ἀνδρῶν διαφωνίαν, οὐ
8
πιθανοῖς ἐπιτρέψαντες λόγοις, οἷς οἱ πλεῖστοι τῶν ἰατρῶν 4.513
1
τε καὶ φιλοσόφων χαίρουσιν, ἀλλ’ ἐξ ἐναργῶν τε καὶ δι’
2
ἐναργῶν ἀποδεικνύντες. ἐπεὶ δὲ ἐκ τῆς περὶ ἑκάστου τῶν
3
ζητουμένων ἐμπειρίας οἴεται χρῆναι καὶ Ἀριστοτέλης εἰς
4
τὰς ἀποδείξεις λαμβάνεσθαι τὰ λήμματα, πρῶτον τοῦτο
5
ἐπισκεψώμεθα ἀκριβῶς, πότερον ἔνδον μένει τὸ σπέρμα ταῖς
6
μελλούσαις κυΐσκειν, ἢ καὶ συνεκκρίνεται.