ΓΑΛΗΝΟΥ ΒΙΒΛΙΟΝ, ΟΤΙ ΤΑ ΤΗΣ
ΨΥΧΗΣ ΗΘΗ ΤΑΙΣ ΤΟΥ ΣΩΜΑΤΟΣ
ΚΡΑΣΕΣΙΝ ΕΠΕΤΑΙ.
1
Κεφ. αʹ.Ταῖς τοῦ σώματος κράσεσιν ἕπεσθαι τὰς
2
δυνάμεις τῆς ψυχῆς, οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πάνυ πολλάκις,
3
οὐδ’ ἐπ’ ἐμαυτοῦ μόνου βασανίσας τε καὶ πολυειδῶς
4
ἐρευνήσας, ἀλλ’ ἀπ’ ἀρχῆς μὲν ἅμα τοῖς διδασκάλοις,
5
ὕστερον δὲ σὺν τοῖς ἀρίστοις φιλοσόφοις, ἀληθῆ τε διὰ
6
παντὸς εὗρον τὸν λόγον, ὠφέλιμόν τε τοῖς κοσμῆσαι τὰς
7
ἑαυτῶν ἐθέλουσι ψυχάς· ἐπειδήπερ, ὡς διῆλθον ἐν τῇ περὶ 4.768
1
τῶν ἐθῶν πραγματείᾳ, καὶ διὰ τῶν ἐδεσμάτων τε καὶ πομάτων,
2
ἔτι τε τῶν ὁσημέραι πραττομένων εὐκρασίαν ἐργαζόμενοι
3
τῷ σώματι, κᾀκ ταύτης εἰς ἀρετήν τι τῆς ψυχῆς
4
συντελέσομεν, ὡς οἱ περὶ Πυθαγόραν καὶ Πλάτωνα καί
5
τινες ἄλλοι τῶν παλαιῶν ἱστοροῦνται πράξαντες.