Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De parvae pilae exercitio (De parvae pilae exercit.)
urn:cts:greekLit:tlg0057.tlg034
Περὶ τοῦ διὰ μικρᾶς σφαίρας γυμνασίου
Exercice avec la petite balle
The Exercise with the Small Ball (Parv. Pil.)
editio(nes) critica(e): Marquardt, 1884; Wenkebach, 1938 (grc;deu)
translatio Latina: De parvae pilae exercitio, 1823, vol. 5, pp. 899-910. urn:cts:greekLit:tlg0057.tlg034.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Valentini, 1941 (ita); Cunze, 1890 (deu); Singer, 1997 (eng); Robinson, 1981 (eng); Schütze, 1936 (deu); Wenkebach, 1938 (grc;deu)
 

ΓΑΛΗΝΟΥΠΕΡΙ ΤΟΥ ΔΙΑ ΤΗΣ ΣΜΙΚΡΑΣ ΣΦΑΙΡΑΣ
ΓΥΜΝΑΣΙΟΥ.


1 Πηλίκον μὲν ἀγαθόν ἐστιν εἰς ὑγίειαν, Ἐπίγενες, γυμνάσια, καὶ ὡς χρὴ τῶν
2 σιτίων ἡγεῖσθαι αὐτά, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· ὅσον
3 δ’ ὑπὲρ τἆλλα τὰ διὰ τῆς σμικρᾶς σφαίρας ἐστίν, τοῦτ’ οὐδέπω τῶν πρόσθεν ἱκανῶς οὐδεὶς ἐξηγήσατο.
4 δίκαιον οὖν ἡμᾶς, γιγνώσκομεν, εἰπεῖν, ὑπὸ σοῦ μὲν κριθησόμενα, τοῦ πάντων ἠσκηκότος ἄριστα τὴν
5 ἑαυτοῦ τέχνην, χρήσιμα δὲ καὶ τοῖς ἄλλοις, οἷς ἂν μεταδῷς τοῦ λόγου, γενησόμενα. φημὶ γὰρ ἄριστα
6  μὲν ἁπάντων γυμνασίων εἶναι τὰ μὴ μόνον τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα.
7 καὶ ὅσοι κυνηγέσια καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον
8 κερασάμενοι, σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην ἀκριβῶς καταμεμαθηκότες. τοσοῦτον γὰρ ἐν
9 αὐτῇ δύναται ψυχῆς κίνησις, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων ἡσθέντες μόνον, πολλοὶ δ’
10 ἑάλωσαν ἀνιαθέντες. οὐδ’ ἔστιν οὐδὲν οὕτως ἰσχυρὸν τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν 4
1 τῶν περὶ τὴν ψυχήν. οὔκουν οὐδ’ ἀμελεῖν χρὴ τῶν ταύτης κινήσεων, ὁποῖαί τινες ἔσονται, πολὺ δὲ
2 μᾶλλον τῶν τοῦ σώματος ἐπιμελεῖσθαι τά τ’ ἄλλα καὶ ὅσῳ κυριωτέρα σώματος ψυχή. τοῦτο μὲν
3 δὴ κοινὸν ἁπάντων γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δ’ ἐξαίρετα τῶν διὰ τῆς σμικρᾶς σφαίρας,
4 ἐγὼ νῦν ἐξηγήσομαι.