ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΔΙΑ ΜΙΚΡΑΣ ΣΦΑΙΡΑΣ
ΓΥΜΝΑΣΙΟΥ.
1
Κεφ. αʹ.Πηλίκον ἀγαθόν ἐστιν εἰς ὑγείαν, ὦ
2
Ἐπίγενες, γυμνάσια, καὶ ὡς χρὴ τῶν σιτίων ἡγεῖσθαι αὐτὰ,
3
παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ
4
ἰατρῶν τοῖς ἀρίστοις· ὅσον δ’ ὑπὲρ τὰ ἄλλα τὰ διὰ τῆς
5
μικρᾶς σφαίρας ἐστὶν, τοῦτο οὐδέπω τῶν πρόσθεν ἱκανῶς
6
οὐδεὶς ἐξηγήσατο. δίκαιον οὖν ἡμᾶς, ἃ γινώσκομεν, εἰπεῖν.
7
ὑπὸ σοῦ δὲ κριθησόμεθα, τοῦ πάντων ἠσκηκότος ἄριστα
8
τὴν ἐν αὐτοῖς τέχνην. χρήσιμα δ’ ἱκανῶς εἰρῆσθαι ἂν δόξειε
9
καὶ τοῖς ἄλλοις, οἷς ἃν μεταδῷς τοῦ λόγου, γενησόμενα.
10
φημὶ γὰρ, ἄριστα μὲν ἁπάντων γυμνάσια εἶναι τὰ μὴ μόνον 5.900
1
τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα.
2
καὶ ὅσοι κυνηγεσίαν καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ
3
καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον κερασάμενοι,
4
σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην ἀκριβῶς
5
καταμεμαθηκότες. τοσοῦτον γὰρ ἐν αὐτῇ δύναται ψυχὴν
6
κινῆσαι, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων, ἡσθέντες
7
μόνον, πολλοὶ δ’ ἑάλωσαν ἀνιαθέντες. οὐκ ἔστι δ’
8
οὕτως ἰσχυρόν τι τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν
9
τῶν περὶ τὴν ψυχήν· οὐκοῦν οὐδ’ ἀμελεῖν χρὴ τῶν
10
ταύτης κινήσεων, ὁποῖαί τινες ἔσονται, πολὺ δὲ μᾶλλον ἢ
11
τῶν τοῦ σώματος ἐπιμελεῖσθαι, τά τ’ ἄλλα καὶ ὅσῳ κυριώτερον
12
σώματος ἡ ψυχή. τοῦτο μὲν δὴ κοινὸν ἁπάντων
13
γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δ’ ἐξαίρετα τῶν διὰ
14
τῆς μικρᾶς σφαίρας, ἃ ἐγὼ νῦν ἐξηγήσομαι.