7
Κεφ. ιβʹ.Μετὰ μὲν δὴ τὴν τῶν ἀφροδισίων χρῆσιν
8
εἶδος ἔστω γυμνασίου τὸ παρασκευαστικὸν ὀνομαζόμενον·
9
ἀγρυπνίας δὲ προσγενομένης, ἢ λύπης, ἢ ἀμφοτέρων, τὸ
10
ἀποθεραπευτικὸν, ὅταν τε χωρὶς ἀπεψίας γεννηθῶσιν, ἐπὶ
11
γὰρ ταῖς ἀπεψίαις οὐδ᾿ ὅλως γυμναστέον. ὅτι δὲ τὸ ἀποθεραπευτικὸν
12
γυμνάσιον ἐπὶ λύπαις τε καὶ ἀγρυπνίαις ἁρμόττει,
13
δηλοῖ μὲν καὶ ἡ πεῖρα· φαίνονται γὰρ ὑπὸ τῶν
14
ἄλλων γυμνασίων βλαπτόμενοι, πρὸς τῷ μηδ᾿ ἀνέχεσθαι
15
τῶν ἐπιταττόντων, εἰ τύχοιεν ἔτι λυπούμενοι· δηλοῖ δ᾿ οὐχ
16
ἧττον τῆς πείρας καὶ ὁ λόγος. ἐπειδὴ γὰρ ἐπ᾿ ἀγρυπνίαις
17
τε καὶ λύπαις ὁρῶνται λεπτότεροί τε καὶ αὐχμηρότεροι καὶ 6.226
1
δυσήκοοι γινόμενοι, ξηρότερον ἡγητέον αὐτοῖς εἶναι τὸ
2
σῶμα. τὰς δὲ τοιαύτας διαθέσεις αἵ τε μαλακώτεραι
3
τρίψεις ἐξιῶνται, σὺν ἐλαίῳ πλείονι γιγνόμεναι καὶ λουτροῖς
4
εὐκράτοις, αἵ τε κινήσεις αἱ βραδύτεραί τε καὶ χωρὶς
5
ἰσχυροτέρας τάσεως, ἀναπαύσεσι πλείοσι διειλημμέναι. τρόπος
6
δ᾿ οὗτος ἦν ἀποθεραπευτικοῦ γυμνασίου. κατὰ
7
δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ἐπὶ θυμοῖς ἢ δι᾿ ἔνδειαν
8
ποτοῦ ξηρότητας ἐπανορθωτέον ἐστίν. ἐναντίως δὲ τοῖς εἰρημένοις
9
ἐπανορθοῦσθαι χρὴ τὰς κατὰ τὴν ἕξιν ὑγρότητας,
10
εἴτε διὰ πόμα πλέον, εἴτε δι᾿ ἄλλην τινὰ πρόφασιν ἐγένοντο.
11
σκοπὸς γοῦν δὴ καὶ τῶν τοιούτων διαθέσεων ἡ
12
ξήρανσις. ἀλλὰ τοῦτο μὲν ἁπασῶν κοινὸν, ἴδιον δ᾿ ἑκάστης
13
ἐν ταῖς κατὰ μέρος διαφοραῖς. εἰ μὲν οὖν ἐπ᾿ ἀργίᾳ
14
πλείονι καὶ ταῖς τῶν ὑγραινόντων ἐδεσμάτων ἀμέτροις τε
15
καὶ ἀκαίροις χρήσεσιν ὑγρότης ἐγένετο, μακροτέρας δεῖται
16
τῆς ἐπανορθώσεως· εἰ δ᾿ ἐπὶ ποτῷ πλείονι, κατὰ τὴν
17
προτεραίαν ἡμέραν γεγονότι, χωρὶς τοῦ πεπονθέναι τὴν κεφαλὴν
18
ἢ τὸ στόμα τῆς κοιλίας, ἐν μιᾷ δυνατὸν ἡμέρᾳ 6.227
1
τελέως ἐξιάσασθαι, πλεονάσαντας μὲν ἐν ταῖς ξηραῖς τρίψεσι,
2
γυμνάσαντας δ᾿ ὀξύτερον, ἐλάττονι δὲ ποτῷ χρησαμένους
3
ἐδέσμασί τε ξηραντικωτέροις. ὡς ὅσαι γε μετὰ τοῦ
4
τὴν κεφαλὴν ἢ τὸν στόμαχον ἀπολαῦσαί τι τῆς ἐξ
5
οἴνου βλάβης ὑγρότητές εἰσι περιτταὶ, τοῦ νῦν ἐνεστῶτος
6
οὐ δέονται λόγου· ῥηθήσεται γὰρ ὑπὲρ αὐτῶν ἐν τοῖς τῶν
7
νοσωδῶν συμπτωμάτων. αἱ δ᾿ ἐπ᾿ ἀργίᾳ πάνυ μακροτέρα
8
τὴν ἀρχὴν οὐδ᾿ ἂν γένοιντό ποτε κατὰ τὴν προκειμένην
9
διάθεσιν, ὥσπερ οὐδ᾿ αἱ διὰ πλῆθος ἐδεσμάτων ὑγρῶν τῇ
10
φύσει, οἷαί περ αἱ πλεῖσται τῶν ὀπωρῶν εἰσι καὶ τῶν λαχάνων
11
ὅσα μὴ δριμέα. γενομένας δ᾿ αὐτὰς ἀθρόως μὲν
12
οὐχ οἷόν τε θεραπεύειν· εἰ γὰρ εἰς τοσοῦτον πονήσειεν ὁ
13
ἄνθρωπος, ὡς αὐτάρκως ξηρᾶναι τὴν ἕξιν, ἁλώσεται κόπῳ
14
καὶ πυρέξει πυρετὸν μὲν ἐφήμερον πάντως, ἂν δὲ καὶ
15
μοχθηραὶ τύχωσιν ὑγρότητες ὑπάρχουσαι, πλειόνων ἡμερῶν·
16
ἐν χρόνῳ δ᾿ ἂν ἐπανορθωθεῖεν, ὡς ὕστερον εἰρήσεται κατ᾿
17
ἐκεῖνον τὸν λόγον, ἐν ᾧ τὰς μοχθηρὰς κράσεις ἐπὶ τὸ βέλτιον
18
ἀλλοιοῦμεν. ὁμοία γὰρ ἡ πρόνοια τῶν ἐπικτήτων διαθέσεών 6.228
1
ἐστι καὶ τῶν φυσικῶν δυσκρασιῶν, ὥστ᾿ οὐδὲν χρὴ
2
τὸ νῦν εἶναι περὶ αὐτῶν διεξέρχεσθαι.