Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De bonis malisque sucis (De bonis malisque sucis)
urn:cts:greekLit:tlg0057.tlg038
Περὶ εὐχυμίας καὶ κακοχυμίας
Bons et mauvais sucs des aliments
Good Humour and Bad Humour (Bon. Mal. Suc.)
editio(nes) critica(e): Helmreich, 1923
translatio Latina: De probis pravisque alimentorum succis, 1823, vol. 6, pp. 749-815. urn:cts:greekLit:tlg0057.tlg038.verbatim-lat1
translationes recentiores Ieraci Bio, 1987 (grc;ita); Beintker, 1952 (deu)


7 Κεφ. ιδʹ.Μέγιστον δ’ εἴς τε κακοχυμίαν καὶ νόσον
8 ἐστὶν ἀπεψία συνεχὴς, ἐάν τ’ ἐπ’ εὐχύμοις, ἐάν τ’ ἐπὶ κακοχύμοις
9 ἐδέσμασι γίγνηται· πρόδηλον δ’, ὅτι πολὺ χείρων
10 ἐπὶ τοῖς κακοχύμοις. διττῶν δ’ ὄντων αὐτῶν, ἐπὶ μὲν
11 τοῖς τὸν λεπτὸν γεννῶσι χυμὸν ὀξέα νοσήματα γίνεται μετὰ
12  κακοήθων πυρετῶν, εἰ δ’ εἰς ἓν μόριον ἀποσκήψειεν
13 κακοχυμία, τά τ’ ἐρυσιπέλατα καὶ οἱ ἕρπητες, εἴ τέ τι θερμὸν
14 οὕτω πάθος ἄλλο· ἐπὶ δὲ τοῖς τὸν παχὺν ἀρθρίτιδες,
15 καὶ ποδάγραι, καὶ νεφρίτιδες, ἄσθματά τε καὶ σπληνὸς καὶ
16 ἥπατος σκιῤῥώδεις διαθέσεις. οἷς δ’ κακοχυμία μελαγχολικὴ,
17 καρκῖνοι, καὶ λέπραι, καὶ ψῶραι, καὶ πυρετοὶ τεταρταῖοι,
18 καὶ μελαγχολίαι, κακόχροιαί τε μέλαιναι μετὰ σπληνὸς 6.815
1 ὄγκου παραπλησίου συμπίπτουσι, καὶ κιρσοὶ μέλανες
2 αἱμοῤῥοΐδες τε πολλοῖς ἐγένοντο διὰ τοιοῦτον χυμόν. αἱ
3 δ’ ἐπίμικτοι διὰ πλεόνων χυμῶν διαθέσεις ἕρπητάς τε καὶ
4 τὰ καλούμενα φαγεδαινικὰ τῶν ἑλκῶν, εἴτε τὰ κακοήθη
5 πάντα, καὶ πυρετοὺς ὀξεῖς ὑποστροφὰς ἐπιφέροντας, ὡς
6 εἰς χρόνον αὖθις ἐμπίπτειν, ἀπεργάζονται.