Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De differentiis febrium (De diff. febr.)
urn:cts:greekLit:tlg0057.tlg045
Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
editio(nes) critica(e): Wernhard, 2004 (grc;deu); De Stefani, 2011 (grc;ita)
translatio Latina: De differentiis febrium, 1824, vol. 7, pp. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
translationes recentiores Wernhard, 2004 (grc;deu); De Stefani, 2011 (grc;ita)


14 Κεφ. βʹ. Ἄρχεται μὲν οὖν παρὰ φύσιν αὕτη
15 θερμότης, ἥν περ καὶ πυρετὸν ὀνομάζομεν, ἄλλοτε ἐξ ἄλλου
16 τῶν εἰρημένων, ἐπινέμεται δὲ καὶ συνδιατίθησι τῷ πεπονθότι
17 τὰ λοιπὰ δύο γένη. ῥᾴστη μὲν οὖν ἐκ τῶν ὑγρῶν εἰς τὸ
18 πνεῦμα μετάληψις τῆς θερμότητος, ἧττον δ’ ἑτοίμως τῷ  7.278
1 πνεύματι συνεκπυροῦται τὰ ὑγρά. καὶ μέν γε καὶ τὸ στερεὸν
2 σῶμα τοῖς ὑγροῖς τε καὶ ἀερώδεσιν ἑτοιμότερον μεταδίδωσι·
3 τῆς θερμασίας αὐτὸ παρ’ ἐκείνων λαμβάνει· πᾶσα μὲν
4 γὰρ λεπτομερὴς οὐσία ῥᾷον ἀλλοιοῦται τῆς παχυμεροῦς·
5 ἔστι δὲ λεπτομερεστάτη μὲν τοῦ ἀέρος, παχυμερεστάτη δὲ
6 τῶν στερεῶν σωμάτων, ἐν τῷ μεταξὺ δὲ ἀμφοῖν τῶν
7 ὑγρῶν, οὐδὲν δὲ διαφέρει ἔν γε τῇ παρούσῃ διδασκαλίᾳ
8 πνεῦμα λέγειν ἀέρα· διώρισται γὰρ ὑπὲρ αὐτῶν ἀκριβεστέρως
9 ἑτέρωθι. νῦν δὲ ἀρκεῖ τό γε τοσοῦτον γινώσκειν,
10 ὅπερ, οἶμαι, καὶ Ἱπποκράτης ἐνδεικνύμενος ἔλεγε, τὰ ἴσχοντα
11 καὶ τὰ ἐνισχόμενα καὶ τὰ ἐνορμῶντα· ἴσχοντα μὲν
12 αὐτὰ τὰ στερεὰ μόρια τοῦ σώματος, ἐνισχόμενα δὲ τὰ ὑγρὰ,
13 ἐνορμῶντα δὲ τὰ πνεύματα προσαγορεύων. ἄρχεται μὲν
14 γὰρ ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων πυρετώδης διάθεσις,
15 οὐ καταμένει δὲ ἐν τῷ πρώτῳ γένει τοῦ βλαβέντος, ἀλλ’
16 ἐπινέμεται τὰ λοιπὰ δύο, καὶ εἰ μὴ φθάσειε λυθῆναι,
17 συνδιατίθησιν ὡσαύτως κᾀκεῖνα τῷ χρόνῳ. τὰ μὲν κεφάλαια
18 τοῦ λόγου ταῦτα· χρὴ δὲ ἀποδεῖξαί τε ἅμα τὰ
19 εἰρημένα καὶ τὰς διαγνώσεις ἑκάστου γένους τῶν πυρετῶν 7.279
1 ἐπελθεῖν. εὐθὺς δὲ ἀναγκαῖον εἰπεῖν τι καὶ περὶ τῆς γεννήσεως
2 αὐτῶν.