Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


16 Κεφ. θʹ.Λοιπῶν δ’ ὄντων δυοῖν προβλημάτων, τοῦ
17 τε πόσον ἀναίσθητόν ἐστι τῆς διαστολῆς εἰπεῖν καὶ τοῦ
18 πόσον τῆς συστολῆς, ἐοίκαμεν καὶ περὶ τούτων ἐξ ἇν εἰρήκαμεν 8.818
1 ἔχειν ἤδη τὸ καθόλου. τοσοῦτο γὰρ ἀναίσθητον τῆς
2 διαστολῆς λόγος ἀπέδειξεν, ὅσον ἐν τῷ μεταξὺ γίγνεται τῆς
3 τε πρώτης ὁρμῆς τοῦ κινεῖσθαι τὴν ἀρτηρίαν καὶ τοῦ διαδοθῆναι
4 τὴν πληγὴν ἄχρι τῆς ἡμετέρας ἁφῆς. κατ’ εἴδη δὲ
5 τέμνοντες αὐτὸ, πλεῖστον μὲν ἐν τοῖς ἀμυδροῖς τε ἅμα καὶ
6 μεγάλοις εὑρήσομεν, ὧν ἐπιπολῆς ἐψαύομεν, ἐλάχιστον δ’ ἐν
7 τοῖς σφοδροῖς, οὓς θλίβοντες διεγινώσκομεν, μέσον δ’ ἀμφοῖν
8 ἐν ταῖς μέσαις ἐπιβολαῖς τῆς χειρὸς, κᾀν ταύταις δὲ παρὰ
9 τὸ σφοδρὸν οὐ σφοδρὸν εἶναι τὸν σφυγμὸν ἄνισον. ἐπειδή
10 τοι ἴσον αἰσθανόμεθα τῆς συστολῆς, ὅσον περ καὶ τῆς διαστολῆς,
11 βραχεῖ τινι μεῖον, εἴη ἂν καὶ τὸ τῆς συστολῆς
12 ἀναίσθητον ἤτοι τοσοῦτον, ὅσον καὶ τὸ τῆς διαστολῆς,
13 βραχεῖ τινι πλέον. τὰ μὲν οὖν πρῶτα ζητήματα καὶ οἱονεὶ
14 στοιχεῖα τοῦ λόγου