10
Κεφ. κδʹ.Περὶ μὲν οὖν ἀραιότητός τε καὶ πυκνότητος
11
ἱκανὰ ταῦτα· πρὸς δὲ τοὺς ὁμογενεῖς τοῖς ὀλίγον ἔμπροσθεν
12
εἰρημένοις σφυγμοῖς ἐπανέλθωμεν. ἔστι δή τις ὑψηλότερον
13
ἔχων τὸ μέσον, ὡς κατὰ μῆκος σκοποῦντι, τὰ δὲ ἑκατέρωθεν
14
αὐτοῦ ταπεινότερα· καλοῦμεν δ’ αὐτὸν ἐπινενευκότα
15
τε καὶ περινενευκότα. φαίνεται δ’ ὁ σφυγμὸς οὗτος ἐπ’
16
ἀῤῥώστοις δυνάμεσι γιγνόμενος, ὅταν ἡ κατασκευὴ τοῦ σώματος
17
ᾖ τοιαύτη τὴν φύσιν ὡς ὀλίγον μέν τι δέρμα κοῦφον
18
ἐπιβεβλῆσθαι τῷ μέσῳ τοῦ μήκους τῆς ἀρτηρίας, τὰ δ’ ἑκατέρωθεν 9.515
1
τοῦδε κατὰ τὸ μῆκος ἐκ τῶν ἄνω καὶ κάτω μερῶν
2
βαρύνεσθαι. δι’ αὐτὸ γάρ τοι τοῦτο καὶ τῶν παχέων ὁ σφυγμὸς
3
τῷ μήκει βραχὺς φαίνεται, κἂν εὔῤῥωστος ᾖ· τῶν δ’
4
ἰσχνῶν μακρὸς, κἂν ἀῤῥωστότερος ὑπάρχῃ.