11
Κεφ. βʹ.Τίνες ἀρχαὶ ἰατρικῆς.Ἀρχαὶ οὖν τῆς
12
ἰατρικῆς τρεῖς· ἡ μὲν εὑρέσεως, ἡ δὲ ἐκ τοῦ συστήσασθαι
13
τὴν τέχνην, ἡ δὲ ὑφηγήσεως. εὑρέσεως μὲν οὖν ἁπλῶς τῆς
14
ἐν τῇ ἰατρικῇ ἡ παλαιοτάτη καὶ ἄνευ λόγου ἀρχὴ ἡ πεῖρα,
15
ὡς παρὰ Αἰγυπτίοις καὶ πᾶσι βαρβάροις. τοῦ δὲ εἰς σύστημα
16
τέχνης ἀγαγεῖν, ὡς τὴν τῶν Ἀσκληπιαδῶν ἰατρικὴν,
17
ταύτης δὲ ἀρχὴ λόγος καὶ πεῖρα. ὑφηγήσεως δὲ, ὥς φησιν 14.677
1
Ἀθήναιος, ἢ παραδόσεως, καθώς τινες λέγουσιν, ἀρχὴ ἡ
2
φυσικὴ θεωρία. ἁπλῶς δὲ καὶ Ἱπποκράτης ἔφη, ἀρχὴ τοῦ
3
ἐν ἰατρικῇ λόγου ἡ φύσις πρώτη· ἀπὸ γὰρ τοῦ φυσιολογεῖν
4
ἄρχονται οἱ δογματικοὶ, ἐπειδὴ ἐκ τῶν κατὰ φύσιν καὶ
5
τὰ παρὰ φύσιν δύνανται εἰδέναι, ἄνευ δὲ τοῦ γνῶναι τὸ
6
κατὰ φύσιν τὸ παρὰ τοῦτο ἔχον, οὐχ οἶόν τε ἐπίστασθαι.
7
καὶ ἐν τῷ θεραπεύειν ὁμοίως δέονται τῆς φυσιολογίας,
8
ἐπειδὴ ἀπὸ τῆς φυσικῆς δυνάμεως τῶν προσφερομένων βοηθημάτων
9
τὸ κατάλληλον αὐτῶν πρὸς τὰ πάθη λαμβάνουσιν.
10
οἱ δὲ κατὰ τὰς ἄλλας αἱρέσεις παραιτησάμενοι τὸ φυσιολογεῖν
11
ἄρχονται ἑκάτεροι ἀφ᾿ ὧν τὴν ἕξιν τοῦ προσφέρειν
12
τὰ βοηθήματα περιεποιήσαντο· οἱ μὲν μεθοδικοὶ ἐκ
13
τῆς τῶν κοινοτήτων ἐνδείξεως, οἱ δ᾿ ἐμπειρικοὶ ἐκ τῆς κατὰ
14
τὴν πεῖραν τηρήσεως. ὥσπερ γὰρ τοῖς δογματικοῖς ἀρχὴ
15
τοῦ ἐν ἰατρικῇ λόγου ἡ φύσις, οὕτω τοῖς ἐμπειρικοῖς ἀρχὴ
16
ἡ πεῖρα, ἡ πλειστάκις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως
17
ἔχουσα. ἀπὸ ταύτης γὰρ καὶ ἡ ἱστορία ἄρχεται καὶ 14.678
1
κατὰ ταύτην ἡ τοῦ ὁμοίου μετάβασις. τοῖς δὲ μεθοδικοῖς
2
ἀρχὴ ἡ κατὰ τὰ φαινόμενα τοῦ ὁμοίου θεωρία, ἢ γνῶσις
3
φαινομένων κοινοτήτων.