ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ
ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ
ΔΕΥΤΕΡΟΝ.
1
Κεφ. αʹ.Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
2
ἐπισκέψασθαι προθέμενος ἀπὸ τοῦ πρώτου κατὰ
3
τὴν δύναμιν ὑπηρξάμην, ᾧ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ
4
κατὰ μέρος ἀκολουθεῖν ἔδειξα. τοῦτο δέ ἐστι τὰ περὶ τῶν
5
διοικουσῶν ἡμᾶς δυνάμεων, ὁπόσαι τέ εἰσι τὸν ἀριθμὸν,
6
ὁποία τέ τις ἑκάστη, καὶ τόπον ὅντιν’ ἐν τῷ ζώῳ κατείληφεν.
7
ἠξίουν τε μηδὲν οὕτω φυλάττεσθαι κατὰ τὸν λόγον, 5.212
1
ὡς τὸ τοῖς ἐναργῶς φαινομένοις ἐναντία τίθεσθαι, καθάπερ
2
οἵ τε μηδὲν ἄλογον ζῶον ἐπιθυμεῖν ἢ θυμοῦσθαι φάσκοντες,
3
οἵ τε τὴν ἀρχὴν τῶν νεύρων ὑπάρχειν ἐν τῇ καρδίᾳ.
4
ἀποτετόλμηται γὰρ ἅπαντα τὰ τοιαῦτα πρὸς ἀνθρώπων
5
ἀνατρέψαι φιλονεικούντων, ὅσα καλῶς εἴρηται τοῖς παλαιοῖς,
6
ὑπὲρ τοῦ νεωτέραν αἵρεσιν ἰδίαν συστήσασθαι. τὰ μὲν οὖν
7
τοιαῦτα τῶν ψευσμάτων ἐν τῷ πρώτῳ βιβλίῳ διήλεγξα·
8
νυνὶ δὲ ἐπὶ θάτερον εἶδος λόγων ὧν ποιοῦνται ἔγνωκα μεταβὰς
9
ἐπιδεῖξαι σαφῶς, καθ’ ὅσον οἷός τ’ εἰμὶ, πῇ ποτε
10
σφάλλονται.