7
Κεφ. βʹ. Οὐ μὴν τοῦτό γ’ ἦν σοι τὸ ἀμφισβητούμενον,
8
εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται,
9
ἀλλ’ εἰ τὸ λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ
10
κάμνειν ὑπὲρ τοῦ θυμουμένου, μηδ’ ἐμπιπλάναι τὸ βιβλίον
11
ἐπῶν ποιητικῶν, ὧν ἐφεξῆς γράφεις ὡδί.
12Ὅς γε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο13Ἀνδρὸς ἐνὶ στήθεσσιν ἀέξεται ἠΰτε καπνός.
14
καὶ πάλιν·
15Ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῇρεν ἄνω.
16
καὶ πάλιν·
5.29417Πηδῶν δ’ ὁ θυμὸς ἔνδοθεν μαντεύεται.
1
καὶ μυρία ἕτερα τοιαῦτα παρ’ ὅλον τὸ γράμμα, κατασκευάζοντα
2
τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον
3
μὴ τοῦτο δεικνύειν, ἀλλὰ τὸ λογιζόμενον, ἢ νὴ Δία, εἴπερ
4
ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι τοῦτο, πειρασθῆναι γοῦν
5
ἐπιχειρῆσαι δεῖξαι, καθ’ ἓν τοῦτο τὸ μόριον εἶναι τό τε
6
θυμούμενον τῆς ψυχῆς καὶ τὸ λογιζόμενον. ὁ δέ γε τουτὶ
7
μὲν οὐδ’ ἐπεχείρησε πρᾶξαι κατ’ οὐδὲν μέρος τοῦ βιβλίου,
8
χρῆται δὲ διὰ παντὸς ἐξ ἑτοίμου λαμβάνων. εὐθὺς γοῦν
9
ἐν τοῖς ἐφεξῆς οὕτω γράφει. τῆς μὲν ὀργῆς γιγνομένης ἐνταῦθα,
10
εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι,
11
καὶ νὴ Δία τὰ λοιπὰ πάθη, καὶ τοὺς διαλογισμοὺς, καὶ
12
ὅσον τούτοις ἐστὶ παραπλήσιον. οὐδὲν γὰρ ἀναγκαῖον, ἔνθα
13
τὰ πάθη, καὶ τοὺς διαλογισμοὺς ἐνταῦθ’ ὑπάρχειν, ὡς, εἴ
14
γε τοῦτ’ ἐκ προχείρου τις ἀξιώσειε λαμβάνειν, αὐτὸ τὸ ζητούμενον
15
λήψεται. Πλάτωνος μὲν γὰρ λέγοντος, οὐκ ἐκ
16
ταὐτοῦ μέρους ὁρμᾶσθαι λογισμόν τε καὶ θυμὸν καὶ ἐπιθυμίαν,
17
Ζήνωνος δὲ ἐν καρδίᾳ καθιδρύοντος ἅπαντα,
18
προσῆκον ἦν, οἶμαι, καὶ Χρυσίππῳ καὶ παντὶ τῷ μετὰ 5.295
1
Πλάτωνα καὶ Ζήνωνα κρίνοντι τὰ δόγματα τῶν ἀνδρῶν,
2
προσθεῖναι θατέρῳ μὲν αὐτῶν ἀπόδειξιν, θατέρῳ δ’ ἔλεγχόν
3
τινα. τὸ δὲ χωρὶς ἀποδείξεως ἀποφήνασθαι, καθάπερ
4
ὁ Χρύσιππος ἐποίησεν, ὡς, ἔνθ’ ἂν ᾖ τὸ παθητικὸν· τῆς
5
ψυχῆς, ἐνταῦθα καὶ τὸ λογιστικὸν ὑπάρχειν, τοσούτου δεῖ
6
φιλοσόφῳ προσήκειν, ὥστ’ οὐδ’ οἱ ῥήτορες, οὐδ’ οἱ σοφισταὶ
7
πράττουσιν αὐτό· πειρῶνται γοῦν κᾀκεῖνοι πίστεσί
8
τισι πιθαναῖς χρῆσθαι. τὸ δὲ ἕκαστον τῶν ζητουμένων ἐξ
9
ἑτοίμου λαμβάνειν οὔτε σοφισταῖς, οὔτε ῥήτορσιν, οὔτε
10
διαλεκτικοῖς, οὔτ’ ἀποδεικτικοῖς, οὐδ’ ὅλως οὐδενὶ τῶν
11
πάντων προσήκει. κάλλιον οὖν ἦν, οἶμαι, καθάπερ ὁ
12
Πλάτων ἀποδεῖξαι προὐθυμήθη τὸ ἑαυτοῦ δόγμα, καὶ
13
τὸν Χρύσιππον οὕτω πειρασθῆναι τὸ τοῦ Ζήνωνος ἀποδεῖξαι,
14
καὶ μὴ πλῆθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων τῶν
15
ποιητῶν ἐκλέγοντα, δεικνύντων ὀργὴν, καὶ θυμὸν, καὶ
16
φόβον, καὶ δειλίαν, καὶ θράσος, καὶ θάρσος, καὶ καρτερίαν,
17
ὅσα τ’ ἄλλα τοιαῦτα, τὰ μὲν ἐνεργείας τινὰς εἶναι, 5.296
1
τὰ δὲ παθήματα τῆς καρδίας. τί γὰρ αὐτῷ βούλεται ταυτὶ
2
τὰ ἔπη τὰ ἐξ Ὁμήρου συνειλεγμένα;
3Κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
4
καί·
5Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·6Τέτλαθι δὴ κραδίη, καὶ κύντερον ἄλλό ποτ’ ἔτλης.
7
καί·
8Ὣς πυκιναῖς στήθεσσιν ἀναστενάχιζ’ Ἀγαμέμνων9 Νειόθεν ἐκ κραδίης, περὶ γὰρ δὴ ἐν νηυσὶν Ἀχαιῶν.
10
καί·
11Ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ.
12
καί·
13 Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.
14
καί·
15Ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,16Ἐν στήθεσσιν ἑοῖσιν.
17
ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικὸν, ἀλλὰ τὸ θυμοειδὲς 5.297
1
ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ, οἶμαι,
2
κᾀν τοῖσδε.
3Χόλος, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.
4
καί·
5Ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο6Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός.
7
καί·
8Κραδίῃ ἄληκτον πόλεμον πολεμίζειν, ἠδὲ μάχεσθαι.
9
καὶ πρὸς τούτοις ἔτι·
10Οἱ γύοισι θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
11
καί·
12Δῦε δ’ ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
13
καί·
14Ἐν δ’ ἄρα οἱ στήθεσσι μένος πατρώϊον ἧκε.
15
καὶ
5.29816— — Αὐτὰρ Ἀχιλλεὺς17Δεινὸν ἐνὶ στήθεσσιν ἔχει μεγαλήτορα θυμόν.
1
καί·
2— — Σοὶ δ’ ἄληκτόν τε κακόν τε3Θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης.
4
καί·
5Ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει.
6
καί·
7Πρῆσεν ἐνὶ στήθεσσιν ἐρισθενέος Διὸς ἀλκὴν8Γνώμεναι.
9
καὶ πρὸς τούτοις ἔτι·
10Καὶ δέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι11Μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι.
12
καί·
13Ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν14Ἐν στήθεσσιν ἔθελξε, φόβου δ’ ἐμνήσατο Ἕκτωρ.
15
καί·
16Νέστορ, ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ.
17
καί·
5.29918Οἱ περὶ μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ.
1
καί·
2Ὦ γέρον, εἴθ’, ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισι,3Ὥς τοι γούναθ’ ἕποιτο.
4
καί·
5Οἶσθα γὰρ, οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός.
6
καί·
7— — Σὸν δὲ φίλον κῆρ8Τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμοῖο.
9
καί·
10Ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
11
καί·
12Τηλέμαχος δ’ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν.
13
καί·
14Ὣς φάτ’ ἐνὶ στήθεσσι καθαπτόμενος φίλον ἦτορ.
15
καί·
16Τῷδε μάλ’ ἐν ἐπίσῃ κραδία σημαίνεται τληυῖα.
17
πάντα μὲν γὰρ ταῦτα τὰ ἔπη καὶ πρὸς τούτοις ἔτι μυρία 5.300
1
ἕτερα τὸ πλῆθος ὧν Χρύσιππος παρατίθεται τὸ θυμοειδὲς
2
ἐν τῇ καρδίᾳ φησὶν ὑπάρχειν. ἐγὼ δὲ εἰ πάντα παραγράφοιμι,
3
πληρώσω τὸ βιβλίον, ὥσπερ καὶ ὁ Χρύσιππος ἐπλήρωσεν.
4
ἀλλ’ ἐξ Ὁμήρου μὲν ἱκανὰ καὶ ταῦτα· τῶν δ’ ἐξ
5
Ἡσιόδου παραγραφέντων ὑπὸ Χρυσίππου, παμπόλλων καὶ
6
αὐτῶν ὄντων, ἀρκέσει μοι δυοῖν ἢ τριῶν ἐπιμνησθῆναι παραδειγμάτων
7
ἕνεκα.
8Τοῦδε γὰρ ἀέξετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.
9
καί·
10Οἷον ἐνὶ στήθεσσι χόλον θυμαλγέ’ ἔχουσα.
11
καί·
12Πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
13
ἐν οἷς ἐγὼ μὲν ἐκπλήττομαι τῆς μεγαλοψυχίας τὸν Χρύσιππον.
14
δέον γὰρ, ὡς ἄνθρωπον ἀνεγνωκότα τοσούτους
15
ποιητὰς, καὶ γινώσκοντα σαφῶς ἅπασι τοῖς δόγμασιν αὐτοῦ
16
μαρτυροῦντας ἄλλοτε κατ’ ἄλλα τῶν ἐπῶν, ὥσπερ καὶ
17
Πλούταρχος ἐπέδειξεν ἐν τοῖς τῶν Ὁμηρικῶν μελετῶν, ἐκλέγειν
18
μὲν ἐξ αὐτῶν ὅσα μαρτυρεῖ τῷ σπουδαζομένῳ πρὸς 5.301
1
αὐτοῦ δόγματι, παραλείπειν δὲ τὰ μαχόμενα, καὶ πᾶν
2
ἐνίοτε κατασκευάζοντα τοὐναντίον, ὁ δ’ ὁμοίως ἑξῆς ἁπάντων
3
μέμνηται. τὰ μὲν γὰρ τοιαῦτα τῶν ἐπῶν ἅπαντ’
4
ἐχρῆν ὑπ’ αὐτοῦ παραλελεῖφθαι, δι’ ὧν δὲ νοῦν καὶ φρένας
5
καὶ διάνοιαν καὶ λογισμὸν εἶπέ τις ἐν καρδίᾳ περιέχεσθαι,
6
συνάγειν ἔδει, καθάπερ ἔχει καὶ τὰ τοιαῦτα.
7Τότε δὴ στηθέων θ’ ἅμα φρένας ἐξέλετο Ζεύς.
8
καί·
9Ἔγνως, Ἐννοσίγαιε, ἐμὴν ἐν στήθεσι βουλήν.
10
καί·
11Αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.
12
καί·
13— — Οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.
14
ὥσπερ γὰρ τοῦ προτέρου γένους τῶν ἐπῶν, δι’ ὧν
15
ἐν τῇ καρδίᾳ δείκνυται τὰ τῆς ψυχῆς πάθη, παμπόλλη
16
τις ἀφθονία παρὰ τοῖς ποιηταῖς ἐστιν, οὕτως οὐδὲ θατέρου
17
ὀλίγα, ἐν οἷς τὸ λογιζόμενον ἐν καρδίᾳ τις ὅσον ἐπὶ
18
τοῖς ποιηταῖς ἐπιδεῖξαι δυνήσεται.