ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΣΥΜΠΤΩΜΑΤΩΝ
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
1
Κεφ. αʹ.Τὰς αἰτίας τῶν συμπτωμάτων ἐν τοῖσδε
2
τοῖς γράμμασι σκεψώμεθα, τὴν αὐτὴν τῷ λόγῳ τάξιν φυλάττοντες,
3
ἣν κᾀν τῷ περὶ διαφορᾶς αὐτῶν ἐποιησάμεθα.
4
ἔστι μὲν οὖν τὰ σύμπαντα γένη τρία τῶν συμπτωμάτων.
5
ἀλλὰ περὶ μὲν τούτου τοῦ πρώτου ὁ λόγος ἡμῖν ἐγένετο,
6
καθὸ καὶ βεβλάφθαι τὴν ἐνέργειαν ἔφαμεν, οὕτως ἀκούειν
7
ἀξιώσαντες, ὡς εἰ καὶ τελέως τις ἀπόλοιτο. διττῶν δ’
8
οὐσῶν κατὰ γένος ἐνεργειῶν, τῶν μὲν φυσικῶν, τῶν δὲ
9
ψυχικῶν, ἀπὸ τῶν ψυχικῶν ἠρξάμεθα, καὶ ταύτας τριχῆ 7.86
1
διελόμενοι, τὰς μὲν αἰσθητικὰς, τὰς δὲ κινητικὰς, τὰς δὲ
2
ἡγεμονικὰς ἐκαλέσαμεν. ἐν τοίνυν ταῖς αἰσθητικαῖς ἐνεργείαις
3
τριττὴ τῶν συμπτωμάτων ἐστὶν ἡ διαφορά· μία μὲν
4
αὐτοῦ τοῦ πρώτου τῆς αἰσθήσεως ὀργάνου πεπονθότος·
5
ἑτέρα δὲ τῆς αἰσθητικῆς δυνάμεως· ἡ τρίτη δὲ τῶν εἰς
6
ὑπηρεσίαν τινὰ τοῦ πρώτου τῆς αἰσθήσεως ὀργάνου
7
γεγονότων.