ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΟΛΟΥ ΤΟΥ
ΝΟΣΗΜΑΤΟΣ ΚΑΙΡΩΝ ΒΙΒΛΙΟΝ.
1
Κεφ. αʹ.Ὅλου τοίνυν τοῦ νοσήματος ἐπινοοῦμεν
2
καιροὺς ἀνάλογον ταῖς ἡλικίαις τῶν ζώων· ἕνα μὲν καὶ
3
πρῶτον τῆς γενέσεως αὐτοῦ· δεύτερον δὲ τὸν τῆς ἀναβάσεως·
4
τρίτον δὲ τὸν τῆς ἀκμῆς· καὶ τέταρτον τὸν τῆς παρακμῆς,
5
ὅταν γε μέλλωσιν οἱ κάμνοντες σώζεσθαι· φθασάντων γὰρ
6
ἀποθανεῖν αὐτῶν, ἤτοι κατὰ τὴν ἀνάβασιν, ἢ τὴν ἀκμὴν,
7
εὔδηλον ὡς οὐ διεξῆλθεν ἅπαντας τοὺς καιροὺς ἡ τοιαύτη νόσος.
8
ἀλλ’ ἥ γε διεξερχομένη σχεδόν τι περὶ πάντων αὐτῆς
9
τῶν μορίων ἀμφισβητήσεις ἔχει, τινῶν μὲν ἕνα χρόνον εἶναι 7.441
1
λεγόντων τὴν ἀκμὴν, ἐπινοίᾳ μόνῃ λαμβανόμενον· ἐνίων δὲ,
2
ὡς ἐν τοῖς συνόχοις, ἀκμὴν μὴ εἶναι τὸ σύμπαν· ἐνίων δὲ εἰς
3
ἀρχὴν ὀλιγοχρόνιον εἰσάγειν τὴν ἀκμήν· ἄλλων δ’ οὐκ ἐν τούτοις
4
μόνον, ἀλλὰ καὶ τοῖς λοιποῖς ἅπασι νοσήμασιν, ἀφαιρούντων,
5
τὴν ἀρχήν· ἄλλων δ’ ἐνίοτε καὶ τὴν παρακμὴν ἀφαιρούντων,
6
ἂν ἐξ ἀποκοπῆς, ὡς ἐκεῖνοι καλοῦσιν, ἡ νόσος
7
λυθῇ. πρῶτον μὲν οὖν χρὴ τὰς ἀμφισβητήσεις διαλύεσθαι
8
ταύτας, εἶτα ἀκριβῶς διαρθρῶσαι τὰς ἐννοίας τῶν καιρῶν τῆς
9
ὅλης νόσου, καὶ μετὰ ταῦτ’ εἰπεῖν αὐτῶν τὰ γνωρίσματα,
10
κᾄπειθ’ ἑξῆς εἴη δεῖξαι τὸ χρήσιμον, ἀναμίξαντας τοῖς κατὰ
11
τὰς περιόδους.