Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΟΛΟΥ ΤΟΥ
ΝΟΣΗΜΑΤΟΣ ΚΑΙΡΩΝ ΒΙΒΛΙΟΝ.


1 Κεφ. αʹ.Ὅλου τοίνυν τοῦ νοσήματος ἐπινοοῦμεν
2 καιροὺς ἀνάλογον ταῖς ἡλικίαις τῶν ζώων· ἕνα μὲν καὶ
3 πρῶτον τῆς γενέσεως αὐτοῦ· δεύτερον δὲ τὸν τῆς ἀναβάσεως·
4 τρίτον δὲ τὸν τῆς ἀκμῆς· καὶ τέταρτον τὸν τῆς παρακμῆς,
5 ὅταν γε μέλλωσιν οἱ κάμνοντες σώζεσθαι· φθασάντων γὰρ
6 ἀποθανεῖν αὐτῶν, ἤτοι κατὰ τὴν ἀνάβασιν, τὴν ἀκμὴν,
7 εὔδηλον ὡς οὐ διεξῆλθεν ἅπαντας τοὺς καιροὺς τοιαύτη νόσος.
8 ἀλλ’ γε διεξερχομένη σχεδόν τι περὶ πάντων αὐτῆς
9 τῶν μορίων ἀμφισβητήσεις ἔχει, τινῶν μὲν ἕνα χρόνον εἶναι 7.441
1 λεγόντων τὴν ἀκμὴν, ἐπινοίᾳ μόνῃ λαμβανόμενον· ἐνίων δὲ,
2 ὡς ἐν τοῖς συνόχοις, ἀκμὴν μὴ εἶναι τὸ σύμπαν· ἐνίων δὲ εἰς
3 ἀρχὴν ὀλιγοχρόνιον εἰσάγειν τὴν ἀκμήν· ἄλλων δ’ οὐκ ἐν τούτοις
4 μόνον, ἀλλὰ καὶ τοῖς λοιποῖς ἅπασι νοσήμασιν, ἀφαιρούντων,
5 τὴν ἀρχήν· ἄλλων δ’ ἐνίοτε καὶ τὴν παρακμὴν ἀφαιρούντων,
6 ἂν ἐξ ἀποκοπῆς, ὡς ἐκεῖνοι καλοῦσιν, νόσος
7 λυθῇ. πρῶτον μὲν οὖν χρὴ τὰς ἀμφισβητήσεις διαλύεσθαι
8 ταύτας, εἶτα ἀκριβῶς διαρθρῶσαι τὰς ἐννοίας τῶν καιρῶν τῆς
9 ὅλης νόσου, καὶ μετὰ ταῦτ’ εἰπεῖν αὐτῶν τὰ γνωρίσματα,
10 κᾄπειθ’ ἑξῆς εἴη δεῖξαι τὸ χρήσιμον, ἀναμίξαντας τοῖς κατὰ
11 τὰς περιόδους.