Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΥΠΩΝ ΒΙΒΛΙΟΝ


1 Κεφ. αʹ.Πολλῶν πλατυτέρω ὑπὲρ τῆς περὶ τύπων
2 θεωρίας πεπραγματευμένων, ἀναγκαῖον ἡγησάμην αὐτὸς ὁριστικώτερον
3 καὶ κατὰ περιγραφὴν ἐπιδραμεῖν ταῦτα, οὕτως
4 εὐκαταρίθμητον καὶ εὐκαταμάθητον οἰόμενος τοῖς νεωστὶ
5 προσιοῦσι τῇ τέχνῃ τὸ πρᾶγμα, ὄν τε ἁπλοῦν καὶ μετὰ τὴν
6 ἁπλουστέραν κατάληψιν εὐκολώτερον, καὶ καθάπερ ἐξ ἑτοίμου
7 τοῖς πολλοῖς ἐντυγχάνον. ἀρκτέον δ’ ἐντεῦθεν.