Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


8 Κεφ. βʹ.Τύπος ἐστὶ τάξις ἐπιτάσεως καὶ ἀνέσεως·
9 περίοδος δέ ἐστι χρόνος ἐπιτάσεως καὶ ἀνέσεως ἐν νοσήμασι
10 γενόμενος. ὀλίγα τῶν παθῶν οὐ τυποῦνται, ὡς ἀτροφία, 7.464
1 παράλυσις, καὶ ἐλεφαντίασις, καὶ τὰ τούτοις ἀνάλογα· τὰ
2 πλείονα δὲ τῶν παθῶν τυποῦνται μὲν, ἀλλὰ σπανιώτερον·
3 πάντων δὲ μάλιστα πυρετοὶ τυποῦνται, δίχα τῶν συνεχῶν
4 τῶν διηνεκῶν λεγομένων τῶν ἀτάκτων.