Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


10 Κεφ. ιʹ.Λοιπὸν οὖν ἔτι περὶ τῶν κατὰ τοὺς ὄρχεις
11 μνημονεῦσαι προσήκει. ταυτὶ γὰρ τὰ μόρια καίτοι γ’ οὖν
12 ἐκτὸς ὄντα βουβώνων  αὐτίκα πυρετοὺς ἐπιφέρει φλεγμήναντα
13 διὰ τὴν τῶν ἀγγείων γειτνίασιν. ἄνωθεν γὰρ ἀπὸ
14 τῶν κατὰ τοὺς νεφροὺς χωρίων καταφέρεται φλὲψ καὶ ἀρτηρία
15 διὰ τῶν τοῦ περιτοναίου τρημάτων ἐπὶ τοὺς ὄρχεις,
16 ἀξιόλογα τὸ μέγεθος ἀγγεῖα. καὶ ἐλυτροειδὴς δὲ χιτὼν ἀπ’
17 αὐτοῦ τοῦ περιτοναίου πέφυκεν, ὥστ’ εὐλόγως ἐπὶ τούτῳ μὲν
18 φλεγμήναντι σκληρὸς σφυγμὸς γίγνεται, καὶ διὰ τοῦτο
19 καὶ μικρότερος, ἐπ’ ὄρχεσι δ’ οὔθ’ ὁμοίως σκληρὸς καὶ μέγας 9.417
1 διὰ τὸν πυρετόν. ὅσα μὲν γὰρ ἀρτηριώδη τέ ἐστι καὶ φλεβώδη
2 μόρια, πυρετοὺς ἐγείρει μᾶλλον· ὅσα δὲ νευρώδη,
3 οὐδόλως μικροὺς, τετάνων δ’ ἐστὶ καὶ σπασμῶν γεννητικά.
4 τὰ μὲν οὖν προτεθέντα πάντα ἤδη τέλος ἔχει, τὰς
5 γὰρ ἐν ἑκάστῳ μορίῳ διαθέσεις ἁπάσας ὑπελθόντες ἐδηλώσαμεν
6 ὁποῖόν τινα ἑκάστη τροπὴ ἐργάζεται σφυγμόν.