Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


8 Κεφ. δʹ.Ἥπατος δὲ νοσοῦντος ἀλλοιοῦνται σφυγμοὶ
9 κατὰ μὲν τὰς δυσκρασίας ὡς ἔμπροσθεν εἴρηται, κατὰ δὲ
10 τοὺς παρὰ φύσιν ὄγκους, ἀνάλογον μέν πως κᾀν τούτοις,
11 ἀλλ’ ἧττον ἐπὶ ταῖς φλεγμοναῖς γίνονται σκληροὶ τῶν ἐπὶ
12 θώρακι τοσοῦτον ὅσον τῶν ἐπὶ πνεύμονι μᾶλλον. οὐδέποτε
13 δ’ οὔτ’ ἐπὶ θώρακος οὔτ’ ἐφ’ ἥπατος ὄγκῳ μαλακὸς
14 σφυγμὸς γίνεται, διότι μηδ’ ἐπιγίνεταί ποτε τοῖς ὀργάνοις
15 τούτοις οἴδημα φλεγματικόν. μὲν γὰρ θώραξ πυκνότερος
16 ὥστε δέξασθαι τοιοῦτον ῥεῦμα, τὸ δ’ ἧπαρ οὐ πυκνότερον
17 μόνον, ἀλλὰ καὶ τῇ συμφύτῳ δυνάμει ῥᾳδίως ἀλλοιοῖ
18 τὸ φλέγμα, συμπάσχει δ’ ἑτοιμότερον καρδία τῷ ἥπατι, 9.400
1 καίτοι ποῤῥώτερον τοῦ θώρακος κειμένῳ, διὰ τὴν τῆς κοίλης
2 φλεβὸς κοινωνίαν.