Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΕΩΝ
ΒΙΒΛΙΟΝ Α.


1 Κεφ. αʹ.Εἴτε τὴν ἀθρόαν ἐν νόσῳ μεταβολὴν, εἴτε
2 τὴν ἐπὶ τὸ βέλτιον ῥοπὴν μόνην, εἴτε τὴν προηγουμένην
3 αὐτῶν ταραχὴν, εἴτε καὶ τὴν λύσιν ἅπασαν τοῦ νοσήματος,
4 εἴτε καὶ ταύτης μόνην τὴν ἀγαθὴν θέλοι τις ὀνομάζειν κρίσιν,
5 οὐ πρόκειταί μοι διαιρεῖσθαι τανῦν, τι μὴ πάρεργον· ἀλλ’
6 ὡς ἄν τις κάλλιστα προγινώσκοι τὰ τοιαῦτα σύμπαντα, διελθεῖν
7 ἔγνωκα. ἀρίστη δ’ ἀρχὴ τῆς προγνώσεως αὐτῶν ἥπερ
8 δὴ καὶ τῆς ἐσομένης ἀκμῆς. οὕτω δὲ προσαγορεύεται τὸ
9 σφοδρότατον μέρος ὅλης τῆς νόσου.

9.551