16
Κεφ. ιαʹ.Ἐν ἅπασι γὰρ τούτοις γεγυμνάσθαι χρὴ τὸν
17
μέλλοντα κατὰ τὰς πρώτας ἡμέρας ἀκριβῶς διαγνώσεσθαι 9.689
1
τῆς νόσου τὴν ἰδέαν. ἢ γὰρ ἁπλοῦς ἐστιν ὁ πυρετὸς, ἢ σύνθετος,
2
ἢ μετὰ τόπου πεπονθότος, ἢ ἄνευ τόπου πεπονθότος,
3
ἢ ἐφήμερος, ἢ ἑκτικός. ἀλλ’ εἴθ’ ἁπλοῦς εἴη πάντως,
4
γνωρίσματα φέρει τοῦ χυμοῦ τοῦ γεννῶντος αὐτὸν, εἴτε σύνθετος,
5
ἐξ ὁπόσων ἂν εἴη σύνθετος ἁπλῶν πυρετῶν, ἰσάριθμον
6
ἐνδείξεται καὶ τὸ πλῆθος τῶν χυμῶν. ἀλλ’ εἰ ταῦτ’ ἐνδείξεται,
7
καὶ εἰ χρόνιός ἐστιν, ἢ μὴ, συνενδείξεται. εἰ μὲν γὰρ
8
φλεγματικὸς, ἐξ ἀνάγκης χρόνιος, ἔτι τε μᾶλλον, εἰ μελαγχολικός·
9
εἰ δ’ αὖ πικρόχολος, ὀλιγοχρόνιος. οὕτω δὲ καὶ ὁ
10
τόπος ὁ πεπονθὼς μὲν ἐν κινήσει πολλῇ καὶ θερμὸς καὶ
11
μανὸς καὶ κύριος ὀξυτέραν ἔσεσθαι προδηλοῖ τὴν νόσον.
12
ὁ δὲ μήτ’ ἐν κινήσει συνεχεῖ καὶ ψυχρὸς καὶ πυκνὸς καὶ ἄκυρος,
13
εἰς χρόνον ἐκπέμπεσθαι μακρότερον. ὡσαύτως δὲ καὶ ἡ διάθεσις
14
ἡ μὲν δυσκινητοτέρα καὶ ψυχροτέρα καὶ πυκνοτέρα
15
χρονιεῖν, ἡ δ’ εὐκίνητος καὶ θερμοτέρα καὶ μανωτέρα ταχέως
16
λυθήσεσθαι. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν αἰτίων γινώσκειν.
17
ὥσθ’ ὅστις ἀκριβῶς ὅλην γνῷ τοῦ νοσήματος 9.690
1
τὴν ὑπόθεσιν, οὐ σμικρὰν μοῖραν εἰς πρόγνωσιν ἕξει. τὰς
2
μὲν οὖν σὺν ἀγῶνί τε μεγάλῳ καὶ ὀξυῤῥόπῳ λύσεις τῶν
3
νοσημάτων, ἃς δὴ καὶ μάλιστα κρίσεις ἐλέγομεν ὀνομάζεσθαι,
4
τῶν ἐπὶ χυμοῖς θερμοῖς συνισταμένων πυρετῶν ἰδίας εἶναι χρὴ
5
νομίζειν. ἐφεξῆς δὲ τούτων ὅσαι μορίων εἰσὶ κυρίων, εὐκίνητοι
6
καὶ θερμαὶ διαθέσεις. οἱ δὲ ἐφήμεροί τε καὶ οἱ ἑκτικοὶ
7
πυρετοὶ καὶ χωρὶς ταραχῆς μεγάλης καὶ οὐδ’ ὀξυῤῥόπους
8
ποιοῦνται τὰς μεταβολάς. ἀλλ’ ἐπεὶ καὶ ταύτας ἐνίοτε καταχρώμενοι
9
κρίσεις ὀνομάζουσιν, εἰρήσεταί τι καὶ περὶ τούτων
10
ἐν τοῖς ἐφεξῆς. νυνὶ δὲ τέλος ἐπιθεῖναι βούλομαι τῷ παρόντι
11
λόγῳ, συγκεφαλαιώσας εἰς ἓν ἅπαντα τὰ προειρημένα.