Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De hirudinibus, revulsione, cucurbitula, incisione, et scarificatione (De hirudinibus)
urn:cts:greekLit:tlg0057.tlg071
Περὶ βδελλῶν, ἀντισπάσεως, σικύας καὶ ἐγχαράξεως καὶ κατασχασμοῦ
Sangsues, révulsion, ventouses, scarification et incision
Leeches, etc. (HRCIS)
editio(nes) critica(e):
translatio Latina: De hirudinibus, revulsione, cucurbitula, incisione et scarificatione, 1826, vol. 11, pp. 317-322. urn:cts:greekLit:tlg0057.tlg071.verbatim-lat1

Περὶ σικύας.


8 Κεφ. γʹ.Σικύαι προκενωθέντων χρήσιμοι. πληθωρικῶν
9 γὰρ ὑπαρχόντων οὐ χρησόμεθα ταύταις. τῷ δὲ αὐτῷ
10 λόγῳ κἀπὶ τῶν κατ’ ἐγκέφαλον καὶ μήνιγγας φλεγμονῶν οὐ
11 χρησόμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν, ὥσπερ οὐδ’ ἐπ’
12 ἄλλου μορίου φλεγμαίνοντος οὐδενὸς, ἀλλ’ ὅταν μὴ ἐπιῤῥῇ
13 μηδὲν ἔτι καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, χρεία τε γένηται
14 κινῆσαί τε καὶ ἐκμοχλεῦσαι τὸ καταφλεγμαῖνον, πρὸς
15 τοὐκτὸς ἐπισπάσασθαι. γενομένων δὲ ἔτι τῶν παθῶν, οὐκ
16 αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν
17 αὐτῶν ἐπιθετέον τὴν σικύαν ἀντισπάσεως ἕνεκεν. κατὰ τὴν 11.321
1 ἀρχὴν δὲ τοῖς ἀποκρουστικοῖς χρηστέον. σικύα δύναται τὴν
2 ὕλην κενῶσαι, ὀδύνην λῦσαι, φλεγμονὴν μειῶσαι, ἐμπνευμάτωσιν
3 διαφορῆσαι, ὀρέξεις ἀνακτήσασθαι, ἄτονον στόμαχον
4 τονώδη ποιήσασθαι, λειποθυμίας ἀπαλλάξαι, τὰ ἐκ τῶν βάθεων
5 μεταφέρειν ῥεύματα καὶ ξηρᾶναι καὶ αἱμοῤῥαγίας ἐπισχεῖν,
6 καὶ ἐμμήνων φθοροποιοὺς δυνάμεις ἑλκύσαι, καὶ ἔμμηνα κουφίσαι.