7
Περὶ ἐγχαράξεως καὶ κατασχασμοῦ.
8
Κεφ. δʹ.Ἐγχαράξομεν μέρη τοῦ σώματος, ἤτοι φλεγμαίνοντα,
9
ἢ σκιῤῥούμενα, ἢ τεταμένα, ἢ ἐπωδύνως ἔχοντα,
10
ἢ ῥευματισθέντα, ἤδη στάσιν εἰληφότος τοῦ ῥευματισμοῦ, ἢ
11
δριμείας ὕλης παρακειμένης, ἢ ἰώδους δυνάμεως ἔξωθεν ἐμπεσούσης,
12
ἢ βουλόμενοι μεταγαγεῖν ἐξ ἑτέρων μερῶν εἰς ἄλλο
13
τὴν ὕλην. οἷον σκέλη κατασχάζομεν κεφαλῆς πεπονθυίας ἢ
14
πλεοναζούσης ὕλης ἐν τῷ σώματι μειῶσαι θέλοντες. καὶ
15
μάλισθ’ ὅταν ὁ πλεονασμὸς γένηται δι’ ἐποχὴν ὕλης εἰωθυίας
16
ἀποκρίνεσθαι συνήθως. οἷον αἱμοῤῥοΐδων ἐπισχεθεισῶν
17
ἐγχαράσσομεν σκέλη προλουσάμενοι ἢ ἐν θερμῷ πυριᾷν ἢ 11.322
1
σπόγγῳ. τὸ μὲν γὰρ φλέβα διελεῖν πολλάκις τοῦ ἔτους οὐκ
2
ἐπιτήδειον ἐνόμισα. ἅμα γὰρ αἵματι πολλῷ συνεκκρίνεται τὸ
3
ζωτικὸν πνεῦμα. τούτου δὲ ἀναλισκομένου πυκνότερον ὅ τε
4
ὅλος ὄγκος καταψύχεται καὶ πάντα τὰ ψυχικὰ ἔργα χεῖρον
5
γίνεται. διὰ τοῦτο ἀπὸ τῶν ἀκυρωτέρων, οἷον σκελῶν, τὴν
6
ἀφαίρεσιν δεῖ ποιεῖσθαι. ὠφελεῖ δὲ ἡ ἐγχάραξις καὶ ὀφθαλμοὺς
7
χρονίως ῥευματιζομένους καὶ κεφαλῆς διαθέσεις καὶ
8
τὰ περὶ θώρακα καὶ μετάφρενα καὶ συνάγχας καὶ
9
σφηνώσεις.