14 ΠΑΥΛΟΥ.
15 Περὶ τῆς ἐν τῇ φλεβοτομίᾳ ἐπισκέψεως.
16
Ἐπισκέπτεσθαι δὲ χρὴ τὸν μέλλοντα φλεβοτομεῖν, μὴ
17
κόπρου πολύ τις ἐπίσχεσις ἐν τοῖς ἐντέροις ἐστί. κενοῦμεν 19.526
1
αὐτὴν διὰ μαλακοῦ κλύσματος, ἵνα μὴ αἱ φλέβες ἀπὸ
2
τῶν ἐντέρων ἕλξωσί τινα σηπεδονώδη τῶν περιττωμάτων
3
οὐσίαν. τοὺς μὲν οὖν διὰ νούσου παρούσης χρῄζοντας τῆς
4
αἵματος ἀφαιρέσεως ἐν ἅπαντι καιρῷ φλεβοτομήσομεν, τὴν
5
ἀκμὴν καὶ μόνην ἐν πυρετοῖς, τὸν μερικὸν φυλαττόμενοι
6
παροξυσμόν. εἰ δὲ συνεχὴς πυρετὸς εἴη, πάντως ἑωθινὸς
7
καιρός ἐστιν ἐπιτηδειότερος, ὅσοι δὲ μή νόσου παρούσης,
8
ἀλλὰ προφυλακῆς ἕνεκα τὴν τοῦ αἵματος ἐπιζητοῦσι κένωσιν,
9
τούτοις τὸ ἔαρ ἐπιτήδειον. ἐν δὲ ταῖς ἡλικίαις ἄχρι
10
τεσσαρεσκαίδεκα ἐτῶν ἡ κένωσις παραιτητέα. ὥσπερ αὖ
11
καὶ μετὰ τῶν ἑξήκοντα ἐνιαυτῶν, εἰ μή τις ἀπαραίτητος
12
ἀνάγκη ἡμᾶς βιάζοιτο καὶ καθόλου τοὺς ἀσθενεστέρως ἔχοντας,
13
τὴν δύναμιν παραφυλακτέον καὶ τὰς ὑπὸ τῇ γλώσσῃ
14
δὲ φλέβας, ὡς ἐπὶ συναγχικοῦ πάθους, ἐγκαρσίως ἐκτέμνομεν
15
φυλαττόμενοι τὴν σφίγξιν. τινὲς δὲ καὶ τὰς ἐν τοῖς
16
μεγάλοις κανθοῖς διαφανεῖς φλέβας, ὡς ἐπὶ τῶν ἐν τῇ κεφαλῇ
17
ἢ τοῖς ὀφθαλμοῖς χρονίων νοσημάτων ὁμοιοτρόπως
18
διαιροῦσιν. ἐν δὲ τῷ ποδὶ καθάπερ ἐπὶ ἰσχιαδικῶν ἢ κατὰ 19.527
1
τὴν ὑστέραν τῇ ἀνωτέρω τοῦ ἔνδοθεν ἀστραγάλου τέμνουσιν
2
ἐς ὠφέλειαν.