Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


3 ΕΞ ΙΠΠΟΚΡΑΤΟΥΣ.


4 Τὰ δὲ ὀξέα πάθη φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηται
5 τὸ νόσημα καὶ οἱ ἄγοντες τὴν ἀκμάζουσαν ἡλικίαν καὶ ῥώμη
6 παρῇ αὐτέοισιν. ἢν μὲν οὖν σύναγχος , ἐκλεκτῷ ἀνακάθαιρε
7 εἴτ’ ἄλλο τι τῶν πλευριτικῶν. ἢν δὲ ἀσθενέστεροι
8 φαίνωνται, ἢν καὶ πλέον τοῦ αἵματος ἀφέλοις κλυσμῷ κατὰ
9 τὴν κοιλίαν χρέεσθαι διὰ τρίτης ἡμέρας, ἕως ἐν ἀσφαλείῃ
10 γένηται νοσέων καὶ λιμοῦ χρῄζοι. φλεβοτομέειν οὖν τὸν
11 βραχίονα χρὴ τὸν δεξιὸν τὴν ἔσω φλέβα· καὶ ἀφαιρέειν
12 τοῦ αἵματος κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενος
13 τὸ πλέον καὶ τὸ ἔλασσον. ξυμπίπτει δὲ τοῖσι πλείστοισιν
14 αὐτῶν τοιάδε. ἐρυθήματα προσώπου καὶ ὀμμάτων στάσιες
15 καὶ διαστάσιες χειρῶν, πρισμοὶ ὀδόντων, σφυγμοὶ, σιαγόνων
16 συναγωγὴ καὶ κατάψυξις ἀκρωτηρίων, πνευμάτων ἀπολήψιες 19.528
1 ἀνὰ τὰς φλέβας. φλεβοτομέειν ἐν ἀρχῇσιν εὐθέως, μετεώρων
2 ἐόντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῥευμάτων,
3 εὐβοηθητότερον γάρ ἐστι.