6
τὰ μὲν δὴ τῆς Τύχης ἔργα τοιαῦτα· τὸν δ’
7
Ἑρμῆν ἅτε λόγου μὲν ὄντα δεσπότην εὑρετὴν δὲ τέχνης
8
ἁπάσης θέασαι πάλιν ὅπως ἐξ ὑπεναντίου τῇ τύχῃ
9
κεκοσμήκασι πάλιν οἱγράφοντές τε καὶ πλάττοντες.
10
νεανίσκος ἐστὶν ὡραῖος, οὐκ ἐπίκτητον οὐδὲ κομμωτικὸν
11
ἔχων κάλλος, ἀλλ’ εὐθὺς ὥστε συνεμφαίνεσθαι τὴν
12
τῆς ψυχῆς ἀρετὴν δι’ αὐτοῦ. ἐστὶ δὲ φαιδρὸς μὲν τὰς
13
ὄψεις, δέδορκε δὲ δριμύ, καὶ ἡ βάσις τὸ πάντων σχημάτων
14
ἑδραιότατόν τε καὶ ἀμεταπτωτότατον ἔχει τὸν
15
κύβον. ἔσθ’ ὅτε δὲ καὶ αὐτὸν τὸν θεὸν τούτῳ τῷ
16
σχήματι κοσμοῦσιν. ἴδοις δ’ ἂν τοὺς θιασώτας αὐτοῦ
17
φαιδροὺς μὲν ὁμοίως τῷ καθηγουμένῳ θεῷ, μεμφομένους
18
δ’ οὐδέποτ’ αὐτὸν ὥσπερ οἱ τὴν Τύχην, οὐδ’ ἀπολειπομένους
19
ποτ’ οὐδὲ χωριζομένους, ἀλλ’ ἑπομένους τε καὶ
20
διὰ παντὸς ἀπολαύοντας τῆς προνοίας αὐτοῦ.