21
τοὺς δέ γε τῇ Τύχῃ συνεπομένους ἅπαντας μὲν
22
ἀργοὺς θεάσῃ καὶ τεχνῶν ἀμαθεῖς, ὀχουμένους δ’ ἐπ’
23
ἐλπίδων ἀεὶ καὶ θεούσῃ τῇ δαίμονι συνθέοντας, ἐνίους
24
μὲν ἐγγὺς ἐνίους δὲ πορρωτέρω, τινὰς δὲ καὶ τῆς χειρὸς
25
αὐτῆς ἐξημμένους. ἐν τούτοις ἅπασι καὶ τὸν Κροῖσον
26
ἐκεῖνον τὸν Λυδὸν ὄψει καὶ τὸν Πολυκράτην τὸν Σάμιον,
27
καὶ ἴσως θαυμάσεις τῷ μὲν τὸν Πακτωλὸν ἰδὼν ῥέοντα
28
χρυσόν, τῷ δὲ καὶ τοὺς θαλαττίους ὑπηρετοῦντας ἰχθῦς. 4
1
μετὰ τούτων δὲ καὶ Κῦρον θεάσῃ καὶ Πρίαμον καὶ
2
Διονύσιον. ἀλλὰ τούτων αὐτῶν ὀλίγον ὕστερον ὄψει
3
Πολυκράτην μὲν ἀνεσταυρωμένον, ὑπὸ Κύρῳ δὲ Κροῖσον,
4
αὐτὸν δὲ τὸν Κῦρον ὑπ’ ἄλλοις. ὄψει δὲ καὶ Πρίαμον
5
καθῃρημένον καὶ Διονύσιον ἐν Κορίνθῳ. εἰ δὲ καὶ τοὺς
6
ἄλλους ἐπισκέψαιο τοὺς ἀπωτέρω μὲν αὐτὴν θέουσαν
7
διώκοντας, οὐ μὴν τυχόντας γε, μισήσεις ὅλον τὸν χορόν·
8
εἰσὶ μὲνγὰρ ἐνταῦθα καὶ δημαγωγοὶ πολλοὶ καὶ ἑταῖραι
9
καὶ πόρνοι καὶ προδόται φίλων, εἰσὶ δὲ καὶ φονεῖς καὶ
10
τυμβωρύχοι καὶ ἅρπαγες πολλοί, οἳδὲ μηδὲ τῶν θεῶν
11
αὐτῶν πεφεισμένοι, ἀλλὰ καὶ τούτων τὰἱερὰ συλήσαντες.