ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΡΟΜΟΥ ΚΑΙ ΠΑΛΜΟΥ
ΚΑΙ ΣΠΑΣΜΟΥ ΚΑΙ ΡΙΓΟΥΣ ΒΙΒΛΙΟΝ.
1
Κεφ. αʹ.Ἐπειδὴ Πραξαγόρας ὁ Νικάρχου, τά τε
2
ἄλλα τῆς ἰατρικῆς ἐν τοῖς ἀρίστοις γενόμενος ἔν τε τοῖς περὶ
3
φύσιν λογισμοῖς δεινότατος, οὐκ ὀρθῶς μοι δοκεῖ περί τε
4
σφυγμοῦ καὶ παλμοῦ καὶ σπασμοῦ καὶ τρόμου γινώσκειν,
5
ἀρτηριῶν μὲν ἅπαντα νομίζων εἶναι πάθη, διαφέρειν
6
δὲ ἀλλήλων μεγέθει· διὰ τοῦτο ἔδοξέ μοι κοινῇ περὶ πάντων
7
αὐτῶν ἐν τῷδε τῷ γράμματι διελθεῖν, οὐχ ἵνα ἐλέγξαιμι
8
Πραξαγόραν ἐν οἷς σφάλλεται, τοῦτο μὲν γὰρ αὐτάρκως 7.585
1
Ἡρόφιλος ἔπραξε, μαθητὴς αὐτοῦ γενόμενος, ἀλλ’ ἵν’ οἷς
2
ὀρθῶς ἐκεῖνος ἔγραψε τὰ λείποντα προσθῶ. περὶ μὲν δὴ
3
τοῦ σφυγμοῦ, τί ποτ’ ἔστι καὶ καθ’ ὅντινα τρόπον γίνεσθαι
4
πέφυκεν, ἔν τε τῇ περὶ σφυγμῶν πραγματείᾳ δέδεικται καὶ
5
νῦν εἰρήσεται τοσοῦτον, ὅσον ἂν εἰς τὰ προκείμενα χρήσιμον
6
εἶναι φαίνηται. περὶ δὲ τῶν ἄλλων ἐν τῷδε τῷ πράγματι
7
δίειμι, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος.