Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De tremore, palpitatione, convulsione et rigore (De trem., palp., convuls. et rig.)
urn:cts:greekLit:tlg0057.tlg051
Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Tremblement, palpitation, convulsion et frisson
Tremor, Spasm, Convulsion and Shivering (Trem. Palp.)
editio(nes) critica(e):
translatio Latina: De tremore, palpitatione, convulsione et rigore, 1824, vol. 7, pp. 584-642. urn:cts:greekLit:tlg0057.tlg051.verbatim-lat1
translationes recentiores Sider, 1979 (eng;grc)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΡΟΜΟΥ ΚΑΙ ΠΑΛΜΟΥ
ΚΑΙ ΣΠΑΣΜΟΥ ΚΑΙ ΡΙΓΟΥΣ ΒΙΒΛΙΟΝ.


1 Κεφ. αʹ.Ἐπειδὴ Πραξαγόρας Νικάρχου, τά τε
2 ἄλλα τῆς ἰατρικῆς ἐν τοῖς ἀρίστοις γενόμενος ἔν τε τοῖς περὶ
3 φύσιν λογισμοῖς δεινότατος, οὐκ ὀρθῶς μοι δοκεῖ περί τε
4 σφυγμοῦ καὶ παλμοῦ καὶ σπασμοῦ  καὶ τρόμου γινώσκειν,
5 ἀρτηριῶν μὲν ἅπαντα νομίζων εἶναι πάθη, διαφέρειν
6 δὲ ἀλλήλων μεγέθει· διὰ τοῦτο ἔδοξέ μοι κοινῇ περὶ πάντων
7 αὐτῶν ἐν τῷδε τῷ γράμματι διελθεῖν, οὐχ ἵνα ἐλέγξαιμι
8 Πραξαγόραν ἐν οἷς σφάλλεται, τοῦτο μὲν γὰρ αὐτάρκως 7.585
1 Ἡρόφιλος ἔπραξε, μαθητὴς αὐτοῦ γενόμενος, ἀλλ’ ἵν’ οἷς
2 ὀρθῶς ἐκεῖνος ἔγραψε τὰ λείποντα προσθῶ. περὶ μὲν δὴ
3 τοῦ σφυγμοῦ, τί ποτ’ ἔστι καὶ καθ’ ὅντινα τρόπον γίνεσθαι
4 πέφυκεν, ἔν τε τῇ περὶ σφυγμῶν πραγματείᾳ δέδεικται καὶ
5 νῦν εἰρήσεται τοσοῦτον, ὅσον ἂν εἰς τὰ προκείμενα χρήσιμον
6 εἶναι φαίνηται. περὶ δὲ τῶν ἄλλων ἐν τῷδε τῷ πράγματι
7 δίειμι, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος.