8
Κεφ. βʹ.Αἰσθηταὶ κινήσεις ἐν τοῖς τῶν ζώων σώμασιν,
9
ὁπόταν ὑγιαίνωσι, διτταὶ τῷ γένει φαίνονται· καθ’
10
ὁρμὴν μὲν ἢ κατὰ προαίρεσιν, ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλωσιν
11
οἱ τὰ μὲν τοιαῦτα δεινοὶ, τῆς δὲ τῶν πραγμάτων ἐπιστήμης
12
ἀμελοῦντες, αἱ διὰ νεύρων τε καὶ μυῶν γινόμεναι, καὶ ταύτας
13
ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν προαιρετικὰς ἐνεργείας·
14
ἕτεραι δὲ κινήσεις εἰσὶν ἐν τοῖς τῶν ζώων σώμασιν αἱ κατὰ
15
τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν, ἃς προσαγορεύουσι ζωτικὰς,
16
ὄντος καὶ ἄλλου τρίτου γένους κινήσεων ἐν ταῖς φλεψὶν,
17
οὐκ αἰσθητοῦ, ὑπὲρ ὧν οὐδὲν ἐν τῷ παρόντι δέομαι λέγειν.
18
ἀλλ’ ἥ γε διὰ τῶν μυῶν τε καὶ τῶν νεύρων γινομένη, καθ’ ἣν 7.586
1
καὶ τὰς χεῖρας καὶ τὰ σκέλη κινοῦμεν, ἐν τρόμοις καὶ σπασμοῖς
2
καὶ ῥίγεσι νοσώδεσιν, ἐνίοτε δὲ καὶ τοῖς παλμοῖς φαίνεται.
3
πάντα γὰρ τὰ τοιαῦτα παθήματα πλημμελεῖς κινήσεις εἰσὶ
4
τῶν αὐτῶν ὀργάνων, ἀφ’ ὧν ὑγιαινόντων αἱ καθ’ ὁρμὴν ἐπιτελοῦνται
5
κινήσεις.