Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


11 Κεφ. ιδʹ.Ἐπειδὴ δὲ καὶ περὶ τούτων αὐτάρκως διήλθομεν,
12 τὰ κεφάλαια τῶν ἀπ’ ἀρχῆς εἰρημένων ἀναλαβόντες,
13 ἐπὶ τὰ λείποντα τραπώμεθα. κεφάλαια δ’ ἦν, ὡς οἶμαι,
14 ταῦτα, τὰς ἁπλᾶς δυσπνοίας ἐξευρόντας συνάψαι τοῖς συνεκτικοῖς
15 αἰτίοις τῆς ἀναπνοῆς, καὶ δεῖξαι ἑκάστης αὐτῶν τὴν
16 ποιοῦσαν αἰτίαν, αὖθις δὲ καθ’ ἑκάστην τῶν αἰτιῶν τὴν
17 ἀκολουθοῦσαν δύσπνοιαν, ἐν δὴ καὶ συνθέτων ἠναγκάσθημεν 7.796
1 μνημονεῦσαι δυσπνοιῶν. ἀλλὰ πῇ μὲν ὁμολογεῖ τὰ κατὰ
2 τοὺς σφυγμοὺς ταῖς ἀναπνοαῖς, πῇ δὲ καὶ διαφέρεται, καὶ
3 τοῦτ’ ἦν οὐ μικρὸν ὧν διήλθομεν κεφάλαιον.