Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


4 Κεφ. ιστʹ.Καὶ μὲν δὴ καὶ αὐτῶν τῶν κινήσεων ἀλλήλαις
5 παραβαλλομένων, τῆς εἰσπνοῆς λέγω πρὸς τὴν ἐκπνοὴν,
6 ὥσπερ ἐν τοῖς σφυγμοῖς τῆς διαστολῆς πρὸς τὴν συστολὴν,
7 ἰδέαι τινὲς ἔσονται ῥυθμῶν τῆς ὅλης ἀναπνοῆς. ἐνδέχεται
8 γὰρ εἰσπνοὴν μὲν γενέσθαι μεγάλην, ἐκπνοὴν δὲ μικράν·
9 ἔμπαλιν εἰσπνοὴν μὲν μικρὰν, ἐκπνοὴν δὲ μεγάλην·
10 ἀμφοτέρας σμικρὰς, ἀμφοτέρας μεγάλας. οὕτω δὲ καὶ
11 ταχείας, βραδείας ἀμφοτέρας, τὴν μὲν ταχεῖαν, τὴν δὲ
12 βραδεῖαν.