1
Κεφ. δʹ.Ὅτι μὲν οὖν ἐπὶ τῶν νοσούντων ἐθεάσατο
2
πολλάκις Ἱπποκράτης τὴν τοιαύτην δύσπνοιαν ἐπὶ παραφροσύνῃ
3
γινομένην, καὶ ὅτι καθόλου περὶ αὐτοῦ ἀπεφήνατο διὰ
4
τοῦ προγνωστικοῦ, καὶ ταῦτα μὲν ἱκανῶς ἔχειν ἡγοῦμαι, βεβαιωθήσεται
5
δ’ οὐδὲν ἧττον ἔτι καὶ διὰ τῶν ἑξῆς εἰρησομένων.
6
καὶ γάρ τοι καὶ δίκαιον ἦν μὴ πάνυ πολλὰ λέγεσθαι
7
περὶ αὐτῆς· ἀλλὰ διὰ τοὺς ἐν τοῖς περὶ φύσεως ἀναπνοῆς λογισμοῖς
8
σφαλέντας, εἶθ’ ὑπὸ φιλονεικίας ἀναισχυντοῦντας,
9
ἠναγκάσθημεν καὶ ἡμεῖς πλείω τοῦ προσήκοντος εἰπεῖν, εἴ πως
10
αὐτοὺς δυνηθείημεν κᾂν νῦν γοῦν μετάξαι πρὸς τὸ βέλτιον.
11
ἔστι δ’, ὡς ἔοικεν, οὐδεμία βαφὴ δευσοποιὸς οὕτως ὡς τὸ τῶν
12
ἄνευ λογισμοῦ πρὸς τὰ μοχθηρὰ δόγματα πάθος. οὐ γὰρ
13
ἔστι μεταπεῖσαι τοὺς ἐν αὐτοῖς τραφέντας, ὡς ἂν μήτ’ ἐν ταῖς
14
ἀποδεικτικαῖς μεθόδοις γεγυμνασμένους μήθ’ ὅλως πεπορισμένους
15
τι κριτήριον ἀληθῶν καὶ ψευδῶν, ἀλλὰ μηδ’
16
εἶναι βουλομένους τούς γε πλείστους αὐτῶν, καὶ ταύτην μισοῦντας
17
τὴν σοφίαν. τῶν δὴ τοιούτων ποτέ τις ἄῤῥωστον
18
ἡμῖν ἐπιδείξας παραφρονοῦντα μὲν, ἀλλὰ μήτε μέγα μήτ’ 7.834
1
ἀραιὸν ἀναπνέοντα, καταγελῶν, μᾶλλον δὲ καγχάζων ἀναισχύντως,
2
καὶ διαπαίζων Ἱπποκράτην καὶ ἡμᾶς ἀπηλλάττετο,
3
μηδὲ λόγον μεταδοὺς ἡμῖν, μηδ’ ἀνασχόμενος μηδὲν ἐπακοῦσαι,
4
καίτοι διδάξειν ἐπαγγελλομένοις, ὡς οὐ μάχεται τὸ φαινόμενον
5
οὔτε τοῖς πρὸς ἡμῶν λεγομένοις οὔτε τοῖς Ἱπποκράτει
6
γεγραμμένοις. ὁ μὲν γὰρ τὸ μέγα καὶ ἀραιὸν πνεῦμα
7
παραφροσύνης εἶναί φησι γνώρισμα, οὐ μὴν εἴ τις παραφρονεῖ,
8
πάντως τοῦτον ἀραιὸν ἀναπνεῖν καὶ μέγα, τά τε πρὸς ἡμῶν
9
λεγόμενα ταὐτὸ τοῦτ’ ἐπαγγέλλεται, μηδὲν παραχαραττόντων
10
ἡμῶν μηδὲ μεταποιούντων ὧν ἐκεῖνος ἔγραψεν, ἀλλὰ τὰς ἐξηγήσεις
11
καὶ τὰς ἀποδείξεις μόνας προστιθέντων. εἰ δέ σοι νῦν,
12
ἔφην, ὦ οὗτος, ἐξεύρηται τὸ πᾶσι τοῖς παραφρονοῦσιν ἀραιὸν
13
καὶ μέγα γίγνεσθαι τὸ πνεῦμα, σαφῶς ἐνδείκνυσαι μηδὲν τῶν
14
Ἱπποκράτους ἀνεγνωκὼς, καίτοι προσποιεῖς γε καταγιγνώσκειν
15
αὐτῶν, ὡς ἀνεγνωκὼς δή που πρότερον. ἀλλ’ ἐκεῖνος μὲν
16
ἀπηλλάγη πρὶν μαθεῖν τι χρηστόν· σὺ δ’ ὁ τοῖσδε τοῖς
17
γράμμασιν ὁμιλῶν, εἴπερ ὄντως ἀληθείας ἐρᾷς, ἐπάκουσον
18
Ἱπποκράτους ἐν τῷ τρίτωτρίτῳτῶν ἐπιδημιῶν ἐπ’ ἀῤῥώστου τινὸς, 7.835
1
ὄνομα Πυθίωνος, ὡδὶ γράφοντος ἐν τῇ τῆς ζʹ ἡμέρας διηγήσει.
2
νυκτὸς ταραχὴ πολλὴ, παρέλεγεν, οὐδὲν ἐκοιμήθη.
3
εἶθ’ ἑξῆς ἐπὶ τῆς ηʹ ἡμέρας ὡδί· ὀψὲ πάλιν ἀνεθερμάνθη,
4
παρέκρουσε. καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆς ἐννάτης· περὶ
5
δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγεν. ὡς οὖν ταῦτα ἐπήκουσας,
6
οὕτω πάλιν ἐπάκουσον, οἷόν τι τὸ τῆς δυσπνοίας
7
εἶδος ἐγένετο τούτῳ τῷ Πυθίωνι. γνώσει γὰρ ὅτι μήτε μέγα
8
μήτ’ ἀραιὸν ἀνέπνει, καίτοι παραφρονῶν. ἐμνημόνευσεν οὖν
9
τῆς γενομένης αὐτῷ δυσπνοίας ὁ Ἱπποκράτης δὶς τὸ σύμπαν
10
ἐν ὅλῃ τῇ διηγήσει, κατά τε τὴν δευτέραν ἡμέραν καὶ κατὰ
11
τὴν ὀγδόην. ἀλλ’ ἐγὼ τὸ κατὰ ηʹ παραθήσομαι πρότερον,
12
ἐν ᾗ καὶ παραπαῖσαί φησι καὶ δυσπνοῆσαι τὸν ἄνθρωπον,
13
ὡδὶ γράφων· ὀγδόῃ, πρωῒ μὲν ἐκοιμήθη σμικρὸν, ἄφνω δὲ
14
ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες, ὀψὲ πάλιν
15
ἀνεθερμάνθη, παρέκρουσεν. ἑξῆς οὖν ἐνταῦθα γέγραφεν ἀλλήλων,
16
ὅτι λεπτὸν αὐτῷ καὶ μινυθῶδες ἦν τὸ πνεῦμα καὶ
17
ὅτι παρέκρουσεν ἐν μιᾷ καὶ αὐτῇ ἡμέρᾳ ταύτῃ τῇ ὀγδόῃ.
18
ἆρ’ ὦ πρὸς Διὸς οὐκ ἤδη σαφές ἐστιν, ὡς οὐκ ἐπὶ πάσης 7.836
1
παραφροσύνης Ἱπποκράτης ἀραιὸν καὶ μέγα φησὶ γίγνεσθαι
2
τὸ πνεῦμα; εἰ μή τι νομίζεις ὦ οὗτος οὐδὲν διαφέρειν τοῦ μεγάλου
3
τὸ μινυθῶδες. εἰ γὰρ τοῦτο, δῆλον, ὡς οὐδὲ τὸ μινύθειν
4
οἷόν τί ἐστιν, οἶσθα, καὶ νομίζεις ταὐτὸν εἶναι τῷ
5
αὐξάνειν αὐτό. μὴ τοίνυν παρ’ ἡμῶν τά γε τοιαῦτα μάνθανε,
6
ἀλλ’ ἐπὶ τοὺς τὰ πρῶτα γράμματα διδάσκοντας ἴθι. ἀλλ’
7
ὥσπερ ταῦτα οὐκ ἔμαθεν ὁ τὸ μινύθειν ἀγνοῶν, οὕτως οὐδὲ
8
τὰ Ἱπποκράτους ἀνέγνω συγγράμματα. πάντως γὰρ ἂν ἐν
9
αὐτοῖς μυριάκις εὗρε καὶ τὸ μινύθειν καὶ τὸ μινυθῆναι καὶ
10
τὴν μινύθησιν κατὰ πάντας σχεδὸν ἀριθμοὺς καὶ γένη καὶ
11
πτώσεις ἐγκεκλιμένα πανταχοῦ, τοὐναντίον αὐξήσει τε καὶ
12
τῷ αὐξάνειν δηλοῦντα, ὥστε καὶ τὸ μινυθῶδες εἴη ἂν τὸ ἐναντίον
13
τῷ ηὐξημένῳ. εἴπερ οὖν τὸ ηὐξημένον μέγα, τὸ μινυθῶδες
14
μικρόν ἐστιν. οὕτως οὖν καὶ ὁπότε τὴν δευτέραν
15
ἡμέραν διηγεῖτο τοῦ Πυθίωνος, βραχύπνοον αὐτὸν ὠνόμασε.
16
ἡ γάρ τοι βραχύπνοια καὶ τὴν ἐνέργειαν αὐτὴν βραχεῖαν γίγνεσθαι
17
δηλοῖ καὶ τὴν ἡσυχίαν· ὥσπερ ἡ μακρόπνοια κατὰ τοὐναντίον
18
ἄμφω μεμηκύνθαι. καί τοι κᾂν εἰ θάτερον αὐτῶν 7.837
1
ἐδηλοῦτο, τό γε μὴ πᾶσι γίγνεσθαι τοῖς παραπαίουσι μέγα
2
τε καὶ ἀραιὸν τὸ πνεῦμα καὶ οὕτως ἂν ὡμολόγητο. τὸ μὲν
3
γὰρ ἀραιὸν καὶ μέγα κατ’ ἄμφω μακρόν ἐστι, καὶ κατὰ τὴν
4
ἐνέργειαν καὶ κατὰ τὴν ἡσυχίαν· ἡ βραχύπνοια δὲ πάντως
5
κατὰ τὸ ἕτερόν γε αὐτῶν βραχεῖα, ὥσπερ καὶ τὸ λεπτὸν καὶ
6
τὸ μινυθῶδες πνεῦμα βραχὺ πάντως ἐστίν.