ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ
ΤΟΠΩΝ ΒΙΒΛΙΟΝ Β.
1
Κεφ. αʹ.Πρόκειται μὲν, ὡς Ἐρασίστρατος ἀεὶ παρακελεύεται,
2
γυμνάζειν τὸν λογισμὸν εἴς τε τἄλλα τῆς τέχνης
3
ἔργα καὶ τὰ νῦν ἡμῖν προκείμενα περὶ τὰς διαγνώσεις τῶν
4
πεπονθότων τόπων. εἰσὶ δὲ τρεῖς τρόποι γυμνασίου κατ’
5
αὐτά· πρῶτος μὲν ὁ καθ’ ἕκαστον τῶν μορίων τοῦ σώματος,
6
ἃ τόπους ὀνομάζουσι· δεύτερος δὲ ὁ κατὰ τὰς αἰτίας τε καὶ
7
διαθέσεις· καὶ τρίτος ὁ κατὰ τὰς τῶν συμπτωμάτων διαφοράς.
8
ὁ μὲν οὖν κατὰ τοὺς τόπους ἐστὶ τοιόσδε τις· ἐγκεφάλου
9
πάσχοντος ἴδια συμπτώματα ταυτὶ, γαστρὸς πασχούσης 8.70
1
ἴδια ταυτὶ, κώλου πάσχοντος ἴδια ταυτὶ, καθ’ ἕκαστόν
2
τε τῶν ἄλλων ὁμοίως. ὁ δ’ ἀπὸ τῶν διαθέσεών τε καὶ τῶν
3
αἰτίων· φλεγμονῆς μὲν ἴδια ταῦτ’ ἐστὶ συμπτώματα· σκίῤῥου
4
δὲ ταῦτα· καὶ ψύξεως μὲν ταῦτα· πλήθους δὲ ταῦτα, καὶ
5
διαφθορᾶς ταυτί. κατὰ δὲ τὰ συμπτώματα· τὸ μὲν ἄλγημα
6
τόδε τῶνδε τῶν διαθέσεών ἐστι δηλωτικὸν ἢ τῶνδε τῶν τόπων,
7
ἡ δὲ βὴξ τῶνδε· καὶ κατὰ τὸν αὐτὸν τρόπον ἔμετος,
8
αἱμοῤῥαγία, διάῤῥοια, σπασμὸς, ῥῖγος, φρίκη, παραφροσύνη.
9
διοριζομένων γὰρ οὕτως ἀπ’ ἀλλήλων ἀπάντων αὐτῶν,
10
εὐφωρότατον ἔσται τὸ καλῶς καὶ τὸ κακῶς λεγόμενον.
11
ὅτι δ’ οὕτως ἔχει ταῦτα, μαθήσῃ σαφῶς ἐφ’ ἑκάστου
12
σκοπούμενος.