Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De diebus decretoriis (De diebus decr.)
urn:cts:greekLit:tlg0057.tlg065
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
editio(nes) critica(e): Cooper, 2011 (Ara;eng)
translatio Latina: De diebus decretoriis, 1825, vol. 9, pp. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
translationes recentiores García Sola, 2010 (grc;spa); Cooper, 2011 (Ara;eng)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ
ΒΙΒΛΙΟΝ Β.


1 Κεφ. αʹ.Ὅσον μὲν εἰς τὰ τῆς ἰατρικῆς ἔργα χρήσιμον
2 ἐν τῷ πρὸ τούτου λόγῳ σύμπαν εἴρηται. διὰ τί δ’
3 οὐχ ἅπαντες ὑπὲρ ἁπασῶν ὡσαύτως ἔγραψαν, εἴρηται μὲν
4 καὶ τοῦτ’ ἔμπροσθεν. ἀλλ’ ὅπῃ σφαλῆναι μέν τισιν αὐτῶν,
5 κατορθῶσαι δ’ ἑτέροις ὑπῆρξεν, οὐκέτ’ εἴρηται. τοῦτο οὖν
6 ἀναληπτέον ἐν τῷδε τῷ λόγῳ πρῶτον, ἔπειτα καὶ τὴν αἰτίαν
7 ῥητέον δι’ ἣν οὔθ’ ἁπασῶν ἡμερῶν ἀριθμός ἐστι κριτικὸς
8 οὔθ’ ὅσαι κρίνειν πεφύκασιν ἴσην ἅπασαι ἔχουσι δύναμιν,
9 ἀλλ’ ἐπειδὴ πάντα τὰ κατὰ τὴν ἰατρικὴν τέχνην εὑρίσκεταί τε 9.842
1 καὶ δοκιμάζεται, τὰ μὲν ἐμπειρίᾳ, τὰ δὲ λόγῳ, τὰ δὲ συναμφοτέρῳ,
2 πειρατέον κᾀνταῦθα δι’ ἀμφοτέρων ὀργάνων ἐξελέγξαι
3 μὲν τὸ ἡμαρτημένον, ἐπαινέσαι δὲ καὶ προσίεσθαι τὸ κατωρθωμένον.
4 ὅτι μὲν οὖν πεῖρα τὰς εἰρημένας ἡμέρας πρεσβεύει,
5 τοὺς μὲν ὑπ’ ἐμοῦ παρατηρηθέντας ἀῤῥώστους εἰ γράψαιμι,
6 τάχ’ ἄν τῳ ψεύδεσθαι δόξαιμι, τοὺς δ’ ὑφ’ Ἱπποκράτους,
7 ὃν ἀληθέστατόν γε πάντων καὶ κρίνειν ἱκανώτατον
8 ἅπαντες εἶναι πεπιστεύκαμεν, ἄμεινον εἶναί μοι δοκεῖ παραθέσθαι
9 τῷ λόγῳ, καὶ πρῶτον μὲν τοῦ συγκεχυμένου τε καὶ
10 ἀδιορίστου κατὰ τὴν πεῖραν, οὗ καὶ πρόσθεν ἐμνημόνευσα,
11 πρὸς τοὺς διορισμοὺς ἀναμνήσω.