Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.)
urn:cts:greekLit:tlg0057.tlg067
Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
editio(nes) critica(e):
translatio Latina: Ad Glauconem de medendi methodo, 1826, vol. 11, pp. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
translationes recentiores Johnston, 2016 (grc;eng); Daremberg, 1854 (grc;fra)


6 Κεφ. ιδʹ.Τοὺς δὲ συνεχεῖς πυρετοὺς, οἷς μὲν ἀκμὴ
7 τοῦ νοσήματος οὐ ποῤῥωτέρω τῆς ἑβδόμης ἔσεσθαι μέλλοι καὶ
8 ἔστιν δύναμις ἰσχυρὰ καὶ τὰ τῆς ἡλικίας ὁμολογεῖ, τούτους
9 μὲν ἀκριβῶς τε πάνυ διαιτᾷν καὶ λεπτῶς. ὅσοις δ’ ἤτοι ποῤῥωτέρω
10 τῆς ἑβδόμης ἀκμὴ τοῦ ὅλου νοσήματος τὰ τῆς
11 δυνάμεως οὐκ εὔρωστα, κατ’ ἀρχὰς μὲν ἁδρότερον, ἐγγὺς δὲ
12 τῆς ἀκμῆς λεπτότερον, ἀκμαζόντων δ’ ἤδη λεπτότατον διαιτᾷν.
13 εἶτ’ αὖθις ἁδροτέραν ἀεὶ καὶ μᾶλλον ὁμοίαν τὴν αὔξησιν
14 ποιούμενον τῇ πρὸ τῆς ἀκμῆς μειώσει. αἵματος δὲ ἀφαίρεσις
15 διά τε τὸ μέγεθος τοῦ νοσήματος καὶ οἷς πολὺ πλέον ἔρευθός
16 ἐστι τοῦ κατὰ φύσιν καί τις ὄγκος ἀήθης ὅλου τοῦ σώματος
17 μετέωροί τε καὶ τεταμέναι φλέβες, τούτων ἀφαιρεῖν, ἢν μή σε
18 τὰ τῆς δυνάμεως τὰ τῆς ἡλικίας τι τῶν ἄλλων ὧν κατ’ 11.42
1 ἀρχὰς εἶπον ἀπείργει. ὑγραὶ δὲ δίαιται ὅτι τοῖς ὀξέσι πυρετοῖς
2 ἅπασι συμφέρουσιν ὀρθῶς εἴρηται πάλαι. πτισάνης τε
3 οὖν χυλὸν οἷς οὐκ ὀξύνεται διδόναι καὶ μελίκρατον οἷς οὐκ
4 ἐκχολοῦται καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα καὶ ἄρτον δι’
5 ὕδατος, ὅσα τ’ ἄλλα τῆς αὐτῆς παραπλησίας ἐστὶ δυνάμεως.
6 τοῖς δ’ ἰσχυρῶς θερμοῖς καὶ καυσώδεσιν, ὅταν πρῶτον ἴδῃς
7 τὰ τῆς πέψεως σημεῖα, θαῤῥῶν ὕδατος ἤδη ψυχροῦ διδόναι
8 πίνειν  τῆς δόσεως τὸ πλῆθος, μετρῶν ὥρᾳ τε καὶ χώρᾳ
9 καὶ ἡλικίᾳ καὶ φύσει καὶ ἔθει. τοιαύτη μέν τις ἐν τῷ καθόλου
10 φάναι τῶν ἄνευ συμπτωμάτων πυρετῶν ἐπιμέλεια.