Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.)
urn:cts:greekLit:tlg0057.tlg067
Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
editio(nes) critica(e):
translatio Latina: Ad Glauconem de medendi methodo, 1826, vol. 11, pp. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
translationes recentiores Johnston, 2016 (grc;eng); Daremberg, 1854 (grc;fra)


13 Κεφ. στʹ.μὲν οὖν ἀκριβὴς σκίῤῥος ὄγκος ἐστὶ
14 παρὰ φύσιν ἀναίσθητός τε καὶ σκληρός. δ’ οὐκ ἀκριβὴς
15 οὐκ ἀναίσθητος μὲν παντάπασι, δυσαίσθητός γε μήν ἐστι
16 πάντως. μὲν οὖν ἀναίσθητος σκίῤῥος ἀνίατος. δὲ δυσαίσθητος
17 οὐκ ἀνίατος μὲν, οὐ μὴν εὐίατος. γίνεται γὰρ ἐκ
18 γλίσχρου καὶ παχέος χυμοῦ δυσλύτως ἐμπλαττομένου τοῖς 11.104
1 σκιῤῥουμένοις μορίοις· ἐνίοτε μὲν οὖν εὐθὺς ἐξ ἀρχῆς κατὰ
2 βραχὺ συνίσταταί τε καὶ αὐξάνεται. τὰ πολλὰ δ’ ὑπὸ τῶν
3 ἰατρῶν κατασκευάζεται, στυψάντων καὶ ψυξάντων σφοδρῶς
4 ἐρυσιπέλατά τε καὶ φλεγμονάς. ἐὰν μὲν οὖν τις τὰ ἰσχυρῶς
5 διαφοροῦντα τοῖς σκιῤῥουμένοις σώμασι προσφέρῃ φάρμακα
6 καὶ σαφῆ μείωσιν ἐργασάμενος τοῦ σκίῤῥου, χρόνῳ βραχεῖ
7 θαῤῥήσει περὶ τῆς παντελοῦς θεραπείας οὐκ ἀληθῶς, ἀγνοῶν
8 ὅτι τῷ τοιούτῳ τρόπῳ τῆς θεραπείας τὸ λείψανον τοῦ πάθους
9 ἀνίατον γίνεται. διαφορηθείσης γὰρ ἐξ αὐτοῦ τῆς
10 λεπτομεροῦς ὑγρότητος λοιπὴ ξηρανθεῖσα λιθώδης ἀποτελεῖται.
11 οὔκουν χρὴ σφοδρῶς ξηραίνοντι τὰ σκιῤῥούμενα μόρια
12 θεραπεύειν φαρμάκῳ, ἀλλὰ θερμασίαν μὲν ἔχειν χλιαρὰν,
13 ὑγρότητα δ’ οὔτε πολλὴν οὔτε παντάπασιν ἐλαχίστην. τὸ
14 μὲν γὰρ ὑπερβαλλόντως ὑγρὸν οὐδ’ ὅλως διαφορεῖ· τὸ δ’
15 ὀλιγοστὴν ἔχον ἰκμάδα ξηραίνει σφοδρότερον προσήκει. χρὴ
16 τοίνυν ὑπὲρ τοῦ μέλλοντος ὀνήσειν φαρμάκου. τὸ σκιῤῥούμενον
17 σῶμα τοῖς ἐν ἡλίῳ χεομένοις ὅμοιόν τι πάσχειν. ὀνομάζεται
18 δὲ τὰ τοιαῦτα φάρμακα μαλακτικά· καὶ λέλεκται περὶ 11.105
1 αὐτῶν ἐπὶ πλέον ἐν τῷ πέμπτῳ τῆς περὶ τῶν ἁπλῶν φαρμάκων
2 πραγματείας. καὶ τὰ παραδείγματα αὐτῶν εἴρηται, τά
3 γε ἁπλᾶ μυελοί τε σύμπαντες καὶ στέατα. πρωτεύει δὲ τῶν
4 μὲν μυελῶν πάντων ἐλάφειος· εἶτα μόσχειος. στεάτων δὲ
5 ἐν μὲν τοῖς πτηνοῖς ζώοις τὸ χήνειον· ἐν δὲ τοῖς πεζοῖς τὸ
6 λεόντειον. ἐφεξῆς δὲ χηνείῳ μὲν τὸ τῆς ἀλεκτορίδος· λεοντείῳ
7 δὲ τὸ τῶν παρδάλεων καὶ τὸ τῶν ἄρκτων· εἶτα τὸ τῶν ταύρων.
8 τὸ δὲ τῶν αἰγῶν παχύτερόν τε τούτων ἐστὶ καὶ ξηρότερον·
9 ἔτι δὲ μᾶλλον αὐτοῦ τὸ τῶν τράγων. ὅτι δ’ οὐ δεῖται
10 τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων τὸ πάθος τοῦτο, προείρηται.
11 περὶ δὲ τῆς κατὰ λεπτομέρειάν τε καὶ παχυμέρειαν
12 αὐτῶν διαφορᾶς ἐνδεικτικῶς μὲν εἴρηται, σαφῶς δ’ οὐδέπω.
13 διὸ νῦν ἀναμνῆσαί σε προσήκει τῶν ῥηθέντων ἡμῖν πρὸς
14 ἀλλήλους, ὅτε τὸ τοῦ Κερκυλλίου παιδάριον ἐθεράπευον, ἐξ
15 ἐρυσιπέλατος σφοδρῶς στυφθέντος τε καὶ ψυχθέντος ὄγκον
16 σκιῤῥώδη ἔχοντος ἐν ὅλῳ τῷ μηρῷ. λεπτομερῆ γὰρ ἡμῖν
17 ἐφαίνετο δεῖν εἶναι τὰ μέλλοντα θεραπεύειν αὐτὸ φάρμακα,
18 διὸ κατήντλουν ἐλαίῳ τὸν μηρὸν, ἐν σκάφῃ καθίζον βαθείᾳ  11.106
1 τὸ παιδάριον, ἐχούσῃ πλῆθος ἐλαίου τοῦ Σαβίνου,  διότι
2 λεπτομερέστατον ἔλαιον ἴσμεν ἁπάντων αὐτό. λουτροῦ δ’
3 ἀπεῖχον ὅτι μὴ διὰ πλειόνων ἡμερῶν ἕνεκα τῆς τοῦ παντὸς
4 ἐπιμελείας σώματος. μετὰ δὲ τὴν εἰρημένην κατάντλησιν τὰ
5 διὰ τῶν εἰρημένων μυελῶν τε καὶ στεάτων φάρμακα προσέφερον,
6 ἐνίοτε δὲ καὶ βδελλίου τοῦ Σκυθικοῦ μιγνὺς καὶ μαστίχης
7 Αἰγυπτίας καὶ ἀμμωνιακοῦ θυμιάματος, τοῦ λιπαροῦ τε καὶ
8 μὴ παλαιοῦ καὶ χαλβάνης ὡσαύτως. καὶ ἐπειδὴ διὰ τούτων
9 προπαρεσκεύαστο, λύσας ἀμμωνιακὸν τὸ λιπαρώτατον ὄξει
10 δριμυτάτῳ κατέχρισα τὸν μηρὸν ὅλον ἐν κύκλῳ. κᾄπειτα δι
11 ἡμερῶν αὖθις ὀποπάνακος ἔμιξα τὸ λιπαρώτατον, ὄξει δριμυτάτῳ
12 ἐκλύων καὶ τούτου δηλονότι τὸν πρόσφατον, οὐ γὰρ
13 ἂν ἄλλως ἔτι διαμένοι λιπαρός· ὥσπερ οὐδὲ τὸ βδέλλιον οὐδὲ
14 τὸ ἀμμωνιακὸν οὐδὲ χαλβάνη. καὶ ἀσκωλιάζειν δὲ κατὰ
15 θατέρου σκέλους ἐποίουν τὸ παιδάριον,  ὅπως ἐπ’ ἐκεῖνο
16 φέροιτο τὸ πλέον τῆς τροφῆς. ὕστερον δ’ ὡς ἤδη προσέσταλτο
17 μὲν σκιῤῥώδης ὄγκος, ἐδεδίειν δὲ μήτι λείψανον αὐτῷ μένοι
18 τοὐναντίον ἅπαν εἰργαζόμην, ἐπιχρίων τινὶ τῶν πιττωτῶν 11.107
1 φαρμάκων τὸν μηρόν. ἐφαίνετο δὲ σαφῶς ἐπὶ μὲν τοῖς δι’
2 ὄξους ἐπιχρίμασιν ἀξιολόγως καθαιρούμενος σκιῤῥώδης
3 ὄγκος· ἐπὶ δὲ τοῖς χαλαστικοῖς μαλακυνόμενος μὲν, ἐλάττων
4 δ’ οὐ γινόμενος. ἀλλ’ μετὰ μέτρου τοῦ προσήκοντος ἐναλλὰξ
5 αὐτῶν χρῆσις ἐθεράπευσε τὸ παιδάριον. ὡς εἴγε διὰ
6 θατέρου γένους μόνου τῶν φαρμάκων ἐποιεῖτό τις τὴν θεραπείαν
7 αὐτῶν, οὐκ ἂν ἔλυσε τὸν σκίῤῥον. ἐπὶ δὲ τῶν τενόντων,
8 ὀνομάζω δ’ οὕτω δηλονότι τὰς ἀπονευρώσεις τῶν μυῶν, ἐπὶ
9 τῇ λεγομένῃ χρήσει τῶν φαρμάκων ἐναργεστάτην ὠφέλειάν
10 ἐστιν ἰδεῖν, εἴ τις καλῶς χρήσαιτο τῇ διὰ τοῦ πυρίτου λίθου
11 θεραπείᾳ· χρὴ δὲ διάπυρον αὐτὸν ἐργασάμενον ὄξει δριμυτάτῳ
12 καταῤῥαίνειν, εἶτα διακινεῖν τὸ πεπονθὸς μόριον ὑπὲρ
13 τὸν λίθον, ὡς ἂν ὑπὸ τῆς ἀναφερομένης ἀτμίδος σκίῤῥος
14 λύοιτο. πολλὰ γὰρ ἤδη τελέως ἠγκυλωμένα τε καὶ κεκυλλωμένα
15 διὰ τούτου τοῦ τρόπου τῆς θεραπείας, ἐν αὐτῷ τῷ
16 διακινεῖν ἐθεραπεύθη τελέως, ὡς τὸ πρᾶγμα παραπλήσιον
17 εἶναι μαγείᾳ. χρὴ δὲ προπαρεσκευάσθαι μεμαλαγμένον τὸ
18 σκιῤῥῶδες μόριον ὑφ’ ὧν εἴρηκα βοηθημάτων. ἀλλὰ καὶ
19 κατὰ ταύτην τὴν διὰ τοῦ πυρίτου λίθου θεραπείαν προκαταντλεῖσθαι 11.108
1 πολλάκις ἐλαίῳ δαψιλῶς θερμῷ Σαβίνῳ ἄλλῳ
2 τινὶ τῶν λεπτομερῶν· οὐ χεῖρον δὲ καὶ ἀνήθου τὴν κόμην
3 ἐναφεψήσασθαι καὶ μᾶλλον, εἰ χλωρὸν εἴη καὶ πρόσφατον.
4 εἰ δὲ μὴ παρείη πυρίτης, τῷ μυλίτῃ χρηστέον· ὀνομάζουσι δ’
5 οὕτως ἐκεῖνον τὸν λίθον, ἐξ οὗ τὰς μύλας κατασκευάζουσιν,
6 ἐφ’ ὧν ἀλήθουσι τὸν σῖτον.