Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Ad Glauconem de medendi methodo (Ad Glauc. de med. meth.)
urn:cts:greekLit:tlg0057.tlg067
Πρὸς Γλαύκωνα θεραπευτικὰ
Méthode thérapeutique à Glaucon
The Therapeutic Method, to Glaucon (MMG)
editio(nes) critica(e):
translatio Latina: Ad Glauconem de medendi methodo, 1826, vol. 11, pp. 1-146. urn:cts:greekLit:tlg0057.tlg067.verbatim-lat1
translationes recentiores Johnston, 2016 (grc;eng); Daremberg, 1854 (grc;fra)


3 Κεφ. δʹ.Οἱ δ’ ἐπὶ χυμοῖς ἀναπτόμενοι πυρετοὶ καλοῦντα
4 τ’ αὐτὸ τοῦτο πυρετοὶ καί εἰσιν οὐ συμπτώματα νοσημάτων,
5 ἀλλ’ αὐτοὶ νοσήματα. τούτων δὲ τινὲς μὲν ἄνευ
6 συμπτωμάτων, οἵπερ δὴ καὶ ἐπιεικέστατοί εἰσι· τινὲς δ’ ἅμα
7 συμπτώμασιν ἐνοχλοῦσιν. εἰρήσεται δ’ ἡμῖν περὶ προτέρων
8 τῶν ἄνευ συμπτωμάτων πυρετῶν· ἐν οἷς μάλιστα μὲν εἰ οἷόν
9 τε κατὰ τὴν πρώτην ἡμέραν διαγνωστέον οἷός τίς ἐστιν πυρετὸς,
10 ἆρά γε χρόνιος ὀξύς, καὶ πότερον τῶν διαλειπόντων
11 καλουμένων τῶν συνεχῶν. εἰ δὲ μὴ οἷον τε περὶ τὴν ἡμέραν
12 τὴν πρώτην, ἀλλὰ τῇ δευτέρᾳ γε πειρατέον ἐξευρεῖν τὴν ἰδέαν
13 τοῦ πυρετοῦ. μηδενὸς δὲ μηδ’ ἐν ταύτῃ βεβαίως διαγνωσθέντος,
14 ἐν γοῦν τῇ τρίτῃ πάντως φανήσεταί σοι σαφέστερόν
15 τι. παντελῶς γὰρ ὀλίγοι πυρετοὶ τῆς τετάρτης ἡμέρας δέονται
16 πρὸς ἀκριβῆ διάγνωσιν. ἐρῶ δέ σοι καθόσον οἷόν τε διὰ
17 βραχέων σημεῖα, δι’ ὧν ἐπιγνώσῃ τὸ εἶδος τοῦ πυρετοῦ. μακρότερον
18 δὲ καὶ σαφέστερον ἑτέρωθι πάντα λέλεκται.

11.18