8
Κεφ. κζʹ.Λοιπὸν οὖν ἔτι γένος ἓν κοινὸν ὁμοιομερῶν
9
τε καὶ ὀργανικῶν ἐστιν ἡ λύσις τῆς συνεχείας, ἣν ἴσως τις
10
οὐ συγχωρήσει τοῖς ἀμέμπτως ὑγιαίνουσιν ὑπάρξαι ποτέ·
11
εἷναι γὰρ ἀεὶ πάθος· οὐκ εἰδὼς ὁμοίαν ἀπορίαν
12
ἐσομένην ὑπὲρ ἁπάντων τῶν γενῶν. εἰ μὴ γὰρ ἐνεργείας.
13
αἰσθητὴ βλάβη διορίζοι τὸ νόσημα τῆς ὑγείας, ἀλλὰ κατὰ
14
τὸ ποιὸν τῆς διαθέσεως ἐπινοοῖτο μόνον, ἀναγκαῖον ἔσται
15
τὸ τῆς ἀειπαθείας προσδέξασθαι δόγμα, μηδενὸς ἀρίστας
16
ἔχοντος ἁπάσας τὰς ἐνεργείας. ἀλλὰ τοῦτο μὲν, ὡς ἂν λογικώτερον
17
σκέμμα, καθ’ ἑαυτὸ λόγου τυγχανέτω.