1
Κεφ. λʹ.Κάταγμα τοίνυν ἐστὶ μὲν τῆς ἐν ὀστῷ
2
συνεχείας λύσις. ἀνίατον δὲ ὂν, ὅσον ἐπὶ τῷ πρώτῳ σκοπῷ,
3
κατὰ δεύτερον τινὰ τρόπον ἰατόν πως γίνεται. πρῶτος μὲν
4
οὖν σκοπὸς ἡ σύμφυσις οὐ δυναμένη διὰ σκληρότητα τοῦ
5
μορίου γενέσθαι. δεύτερον δὲ ἡ δέσις διὰ πώρου
6
δεσμοῦντος ἐν κύκλῳ τὸ κάταγμα. γένεσις δὲ τῷ πώρῳ,
7
καθ’ ὅσον μὲν ἐξ ὕλης καὶ ἀποφύσεως γίνεται, κοινὴ
8
πρὸς τὰ ἄλλα, καθ’ ὅσον δὲ ἐγγύς ἐστιν ὀστῷ τὴν ἰδέαν,
9
ἐκ τῆς ἐκείνου τροφῆς. μαλακὸν δὲ καὶ παιδικὸν ὀστοῦν
10
καὶ συμφῦναι δυνατόν. σπάνιος δὲ καὶ ἡ τοῦδε τοῦ πάθους
11
γένεσις ἄνευ συμπλοκῆς. ὡς τὰ πολλὰ γὰρ οἱ παρακείμενοι
12
μύες ἅμα τοῖς ἄλλοις σώμασι πάσχουσι, ῥηγνυμένων
13
τῶν ὀστῶν, ὥστε καὶ ὁ σκοπὸς τῆς θεραπείας διττὸς,
14
ἕτερος μὲν ὁ ἐπὶ τοῖς ὀστοῖς, ἕτερος δὲ ὁ ἐπὶ τοῖς ἀμφ’
15
αὐτὰ σώμασιν. ὁ μὲν δὴ τοιοῦτος ἐν ταῖς τῶν σαρκωδῶν
16
μορίων ἐπιπεπλεγμέναις διαθέσεσιν εἴρηται. περὶ δὲ τῶν καταγμάτων
17
ἐν τῷδε ῥητέον. ἐπεὶ γὰρ καὶ τούτων ἡ ἴασίς
18
ἐστιν ἐκ τῆς πωρώσεως, ἵνα δ’ αὐτὴ γένηται, τῆς οἰκείας 1.388
1
τροφῆς τοῦ ὀστοῦ δεῖ περίττωμα πρὸς τὴν τοῦ πώρου γένεσιν
2
ὑποβεβλῆσθαι τῇ φύσει, τὸ περίττωμα δὲ τοῦτο καὶ τῇ
3
ποιότητι καὶ τῇ ποσότητι σύμμετρον εἶναι χρὴ, διὰ τοῦτο
4
ἀγωγῆς δεῖται τῆς τοσοῦτον καὶ τοιοῦτον τὸ ἐπιῤῥέον αἷμα
5
τοῖς ὀστοῖς παρασκευαζούσης, ἐξ οἵου τε καὶ ὅσου γενήσεται
6
πῶρος. ἐπεὶ δ’ ἐκχεῖται τοῦτο διὰ τῶν σηράγγων τοῦ κατεαγότος
7
ὀστοῦ, σκοπεῖν αὐτοῦ χρὴ τὸ πλῆθός τε καὶ τὴν
8
ποιότητα, καὶ οὕτως ἢ ξηραντικωτέραν ποιεῖσθαι τὴν ἀγωγὴν,
9
ἢ ὑγραντικωτέραν, ἅπερ ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς
10
μεθόδου γράμμασι λέλεκται.