ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΝΑΜΕΩΝ ΦΥΣΙΚΩΝ
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
1
Κεφ. αʹ.Ἐπειδὴ τὸ μὲν αἰσθάνεσθαί τε καὶ κινεῖσθαι
2
κατὰ προαίρεσιν ἴδια τῶν ζώων ἐστὶ, τὸ δ’ αὐξάνεσθαί
3
τε καὶ τρέφεσθαι κοινὰ καὶ τοῖς φυτοῖς, εἴη ἂν τὰ
4
μὲν πρότερα τῆς ψυχῆς, τὰ δὲ δεύτερα τῆς φύσεως ἔργα.
5
εἰ δέ τις καὶ τοῖς φυτοῖς ψυχῆς μεταδίδωσι, καὶ διαιρούμενος
6
αὐτὰς, ὀνομάζει φυτικὴν μὲν ταύτην, αἰσθητικὴν δὲ
7
τὴν ἑτέραν, λέγει μὲν οὐδ’ οὗτος ἄλλα, τῇ λέξει δ’ οὐ
8
πάνυ τῇ συνήθει χρῆται. ἀλλ’ ἡμεῖς γε μεγίστην λέξεως
9
ἀρετὴν σαφήνειαν εἷναι πεπεισμένοι, καὶ ταύτην εἰδότες 2.2
1
ὑπ’ οὐδενὸς οὕτως ὡς ὑπὸ τῶν ἀήθων ὀνομάτων διαφθειρομένην,
2
ὡς τοῖς πολλοῖς ἔθος, οὕτως ὀνομάζοντες, ὑπὸ μὲν
3
ψυχῆς τε ἅμα καὶ φύσεως τὰ ζῶα διοικεῖσθαί φαμεν, ὑπὸ
4
δὲ φύσεως μόνης τὰ φυτά· καὶ τό γ’ αὐξάνεσθαί τε καὶ
5
τρέφεσθαι φύσεως ἔργα φαμὲν, οὐ ψυχῆς.