15
Κεφ. εʹ.Ἅπαντα οὖν ἀλλήλοις ὁμολογεῖ ταῦτα, ἐν τῇ
16
γαστρὶ καὶ ταῖς ὑστέραις καὶ ταῖς κύστεσιν εἶναί τινας
17
ἐμφύτους δυνάμεις, καθεκτικὰς μὲν τῶν οἰκείων ποιοτήτων, 2.158
1
ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι μέν γὰρ ἕλκει τὴν χολὴν
2
εἰς ἑαυτὴν ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἔμπροσθεν δέδεικται.
3
ὅτι δὲ καὶ ἀποκρίνει καθ’ ἑκάστην ἡμέραν εἰς τὴν γαστέρα,
4
καὶ τοῦτ’ ἐναργῶς φαίνεται. καὶ μὴν εἰ διεδέχετο τὴν
5
ἑλκτικὴν δύναμιν ἡ ἐκκριτικὴ, καὶ οὐ μέση τις ἦν ἀμφοῖν ἡ
6
καθεκτικὴ, διὰ παντὸς ἐχρῆν, ἀνατεμνομένων τῶν ζώων, ἴσον
7
πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστιν. οὐ μὴν εὑρίσκεταί
8
γε. ποτὲ μὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενωτάτη,
9
ποτὲ δὲ τὰς ἐν τῷ μεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ
10
καὶ ἡ ἑτέρα κύστις ἡ τὸ οὖρον ὑποδεχομένη. ταύτης
11
μέν γε καὶ πρὸ τῆς ἀνατομῆς αἰσθανόμεθα, πρὶν ἀνιαθῆναι,
12
τῷ πλήθει βαρυνθείσης, ἢ τῇ δριμύτητι δηχθείσης, ἀθροιζούσης
13
ἔτι τὸ οὖρον, ὡς οὔσης κᾀνταῦθά τινος δυνάμεως
14
καθεκτικῆς. οὕτω δὲ καὶ ἡ γαστὴρ ὑπὸ δριμύτητος πολλάκις
15
δηχθεῖσα, πρωϊαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν
16
ἀποτρίβεται. αὖθις δ’ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα,
17
ἢ κατ’ ἄμφω συνελθόντων κακῶς διατεθεῖσα, διαῤῥοίαις
18
ἑάλω. καὶ μέν γε καὶ οἱ ἔμετοι, τῷ πλήθει βαρυνθείσης 2.159
1
αὐτῆς, ἢ τὴν ποιότητα τῶν ἐν αὐτῇ σιτίων τε καὶ περιττωμάτων
2
μὴ φερούσης, ἀνάλογόν τι ταῖς διαῤῥοίαις πάθημα
3
τῆς ἄνω γαστρός ἐστιν. ὅταν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσιν
4
αὐτῆς ἡ τοιαύτη γένηται διάθεσις, ἐῤῥωμένων τῶν κατὰ
5
τὸν στόμαχον, εἰς διάῤῥοιαν ἐτελεύτησεν· ὅταν δ’ ἐν τοῖς
6
κατὰ τὸ στόμα, τῶν ἄλλων εὐρωστούντων, εἰς ἐμέτους.