15
Κεφ. θʹ.Οὐκ οὖν ἔτ’ ἀπορήσαιμεν ἂν, οὐδὲ περὶ τοῦ
16
σπληνὸς, εἰ ἕλκει μὲν τὸ οἰκεῖον, ἀποκρίνει δὲ τὸ ἀλλότριον,
17
ἀλλοιοῖ δὲ καὶ κατέχει, ὅσον ἂν ἐπισπάσασθαι πεφύκῃ,
18
οὔτε περὶ ἥπατος, ἢ φλεβὸς, ἢ ἀρτηρίας, ἢ καρδίας, ἢ τῶν 2.178
1
ἄλλων τινός. ἀναγκαῖαι γὰρ ἐδείχθησαν αἱ τέτταρες αὗται
2
δυνάμεις ἅπαντι μορίῳ τῷ μέλλοντι θρέψεσθαι, καὶ διὰ
3
τοῦτ’ αὐτὰς ὑπηρέτιδας εἶναι θρέψεως ἔφαμεν. ὡς γὰρ τὸ
4
τῶν ἀνθρώπων ἀποπάτημα τοῖς κυσὶν ἥδιστον, οὕτω καὶ
5
τὰ τοῦ ἥπατος περιττώματα, τὸ μὲν τῷ σπληνὶ, τὸ δὲ τῇ
6
χοληδόχῳ κύστει, τὸ δὲ τοῖς νεφροῖς οἰκεῖον.