15
Κεφ. ηʹ.Καὶ τοίνυν ὁ λόγος ἥκειν ἔοικεν ὁ περὶ
16
θρέψεως, ὃς δὴ λοιπός ἐστι καὶ τρίτος ὧν γ’ ἐξαρχῆς
17
προὐθέμεθα. τοῦ γὰρ ἐπιῤῥέοντος ἐν εἴδει τροφῆς παντὶ 2.19
1
μορίῳ τοῦ τρεφομένου σώματος προσπλαττομένου, θρέψις
2
μὲν ἡ ἐνέργεια, θρεπτικὴ δὲ δύναμις ἡ αἰτία. ἀλλοίωσις
3
μὲν δὴ κᾀνταῦθα τὸ γένος τῆς ἐνεργείας, ἀλλ’ οὐχ οἵα
4
περ ἐν τῇ γενέσει. ἐκεῖ μὲν γὰρ οὐκ ὂν ὀστοῦν πρότερον
5
ὕστερον ἐγένετο· κατὰ δὲ τὴν θρέψιν τῷ ἤδη γεγονότι
6
συνεξομοιοῦται τὸ ἐπιῤῥέον, καὶ διὰ τοῦτ’ εὐλόγως ἐκείνην
7
μὲν τὴν ἀλλοίωσιν γένεσιν, ταύτην δ’ ἐξομοίωσίν τε καὶ
8
ὁμοίωσιν ὀνομάζομεν.