1
Κεφ. δʹ.Παράκειταί δὲ αὐτῇ κατὰ τὴν τοῦ κρανίου
2
φορὰν, οὐ μὴν κατὰ τὴν πρώτην ἔκφυσιν, τρίτη τῶν νεύρων
3
συζυγία. καλοῦσι δ’ αὐτὰ μαλακὰ, πάμπολλα φαινόμενα
4
κατὰ τὴν πρώτην ῥίζαν εὐθὺς, εἰ προσέχεις τὸν νοῦν
5
αὐτοῖς ἀκριβῶς, ὡς ἀμελέστερόν γε θεωμένῳ πάντα ἕν σοι
6
δόξει. μαλακώτερα μὲν ὄντως ἐστὶ ταῦτα τὰ νεῦρα καὶ τῶν
7
ἐν τῇ προειρημένῃ δευτέρᾳ, καὶ τῶν ἐν τῇ δʹ, καὶ
8
τῶν ἄλλων τῶν ἐφεξῆς. ἔτι δὲ μᾶλλον φαίνεται τοιαῦτα,
9
διότι πλείονα τὸν ἀριθμὸν ὄντα καὶ θριξὶν ὁμοίως λεπτὰ
10
κατ’ ἀλλήλων ἐπίκεινται χωρὶς τοῦ πεπιλῆσθαί τε καὶ
11
καταπεπλέχθαι.