Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

ΓΑΛΗΝΟΥ ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΠΕΡΙ
ΜΕΤΡΩΝ ΚΑΙ ΣΤΑΦΜΩΝ
ΔΙΔΑΣΚΑΛΙΑ.


1 Κεφάλαιον αʹ.
2 Τί σταθμὸς, τί τὸ μέτρον καὶ ἀμφοτέρων διαφοραί.


3 σταθμὸς βάρει μετρούμενος κρίνεται· τὸ δὲ μέτρον
4 ἀγγείου κοιλότητι. τὸ δὲ ἀγγεῖον ξηροῦ ποσοῦ μέτρον
5 ἐστὶν ὑγροῦ· ὡς εἶναι τρεῖς τοῦ μετρουμένου ποσοῦ διαφορὰς
6 μίαν μὲν τοῦ σταθμοῦ· ἑτέραν δὲ τοῦ τῆς ξηρᾶς οὐσίας
7 οἷον χώματος· καὶ τρίτην τοῦ τῆς ὑγρᾶς. πολλῶν δὲ
8 καὶ σχεδὸν ἀπείρων ὑπαρχόντων τῶν τε σταθμῶν καὶ τῶν 19.749
1 μέτρων παρά τε τὰς χώρας καὶ τὰ ἔθη τῶν χρωμένων,
2 περὶ τῶν μάλιστα συνήθων ἅπασιν λόγος ἡμῖν ἔσται.